De Anima (On the Soul)
Bekker 1837
Ἔτι δὲ καὶ τὸ ὁρῶν ἔστιν ὡς κεχρωμάτισται· τὸ γὰρ αἰσθητήριον
δεκτικὸν τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης ἕκαστον. Διὸ
καὶ ἀπελθόντων τῶν αἰσθητῶν ἔνεισιν αἱ αἰσθήσεις καὶ
φαντασίαι ἐν τοῖς αἰσθητηρίοις. Ἡ δὲ τοῦ αἰσθητοῦ ἐνέργεια
καὶ τῆς αἰσθήσεως ἡ αὐτὴ μέν ἐστι καὶ μία, τὸ δ’ εἶναι
οὐ ταὐτὸν αὐταῖς· λέγω δ’ οἷον ψόφος ὁ κατ’ ἐνέργειαν
καὶ ἀκοὴ ἡ κατ’ ἐνέργειαν· ἔστι γὰρ ἀκοὴν ἔχοντα μὴ ἀκούειν,
καὶ τὸ ἔχον ψόφον οὐκ ἀεὶ ψοφεῖ. Ὅταν δ’ ἐνεργῇ
τὸ δυνάμενον ἀκούειν καὶ ψοφῇ τὸ δυνάμενον ψοφεῖν, τότε
ἡ κατ’ ἐνέργειαν ἀκοὴ ἅμα γίνεται καὶ ὁ κατ’ ἐνέργειαν ψόφος,
ὧν εἴπειεν ἄν τις τὸ μὲν εἶναι ἄκουσιν τὸ δὲ ψόφησιν.
Εἰ δ’ ἔστιν ἡ κίνησις καὶ ἡ ποίησις καὶ τὸ πάθος ἐν τῷ
ποιουμένῳ, ἀνάγκη καὶ τὸν ψόφον καὶ τὴν ἀκοὴν τὴν κατ’
ἐνέργειαν ἐν τῇ κατὰ δύναμιν εἶναι· ἡ γὰρ τοῦ ποιητικοῦ
καὶ κινητικοῦ ἐνέργεια ἐν τῷ πάσχοντι ἐγγίνεται. Διὸ οὐκ
ἀνάγκη τὸ κινοῦν κινεῖσθαι. Ἡ μὲν οὖν τοῦ ψοφητικοῦ
ἐνέργειά ἐστι ψόφος ἢ ψόφησις, ἡ δὲ τοῦ ἀκουστικοῦ ἀκοὴ
ἢ ἄκουσις· διττὸν γὰρ ἡ ἀκοή, καὶ διττὸν ὁ ψόφος. Ὁ δ’
αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων καὶ αἰσθητῶν.
Ὥσπερ γὰρ ἡ ποίησις καὶ ἡ πάθησις ἐν τῷ πάσχοντι ἀλλ’
οὐκ ἐν τῷ ποιοῦντι, οὕτω καὶ ἡ τοῦ αἰσθητοῦ ἐνέργεια καὶ ἡ
τοῦ αἰσθητικοῦ ἐν τῷ αἰσθητικῷ. Ἀλλ’ ἐπ’ ἐνίων μὲν ὠνόμασται,
οἷον ἡ ψόφησις καὶ ἡ ἄκουσις, ἐπὶ δ’ ἐνίων ἀνώνυμον
θάτερον· ὅρασις γὰρ λέγεται ἡ τῆς ὄψεως ἐνέργεια,
ἡ δὲ τοῦ χρώματος ἀνώνυμος, καὶ γεῦσις ἡ τοῦ γευστικοῦ, ἡ
δὲ τοῦ χυμοῦ ἀνώνυμος. Ἐπεὶ δὲ μία μέν ἐστιν ἐνέργεια
Work
Title: De Anima
English: On the Soul
Original: Περὶ ψυχῆς
Domains: Psychology, Natural philosophy
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 158-242
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_024.xml [248 Kb]