Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Sensu et Sensibilibus (Sense and Sensibilia)

Bekker 1837

Ἁπλῆς δ’ οὐκ ἔστιν αἰσθάνεσθαι. Ὥστε ἢ οὐδεμία ἔσται αἴσθησις ἢ ἄλλη ἐξ ἀμφοῖν. Ὅπερ καὶ γίνεσθαι δοκεῖ ἐκ τῶν κεραννυμένων ἐν ᾧ ἂν μιχθῶσιν. Ἐπεὶ οὖν ἐκ μὲν ἐνίων γίνεταί τι, ἐκ δ’ ἐνίων οὐ γίνεται, τοιαῦτα δὲ τὰ ὑφ’ ἑτέραν αἴσθησιν· μίγνυνται γὰρ ὧν τὰ ἔσχατα ἕν· οὐκ ἔστι δ’ ἐκ λευκοῦ καὶ ὀξέος ἓν γενέσθαι ἀλλ’ ἢ κατὰ συμβεβηκός, ἀλλ’ οὐχ ὡς ἐξ ὀξέος καὶ βαρέος συμφωνία· οὐκ ἄρα οὐδ’ αἰσθάνεσθαι ἐνδέχεται αὐτῶν ἅμα. Ἴσαι μὲν γὰρ οὖσαι αἱ κινήσεις ἀφανιοῦσιν ἀλλήλας, ἐπεὶ μία οὐ γίνεται ἐξ αὐτῶν. Ἐὰν δ’ ἄνισοι, ἡ κρείττων αἴσθησιν ἐμποιήσει, ἐπεὶ μᾶλλον ἅμα δυεῖν αἴσθοιτ’ ἂν ἡ ψυχὴ τῇ μιᾷ αἰσθήσει ὧν μία αἴσθησις, οἷον ὀξέος καὶ βαρέος· μᾶλλον γὰρ ἅμα ἡ κίνησις τῆς μιᾶς ταύτης ἢ τοῖν δυοῖν, οἷον ὄψεως καὶ ἀκοῆς. Τῇ μιᾷ δὲ ἅμα δυοῖν οὐκ ἔστιν αἰσθάνεσθαι ἂν μὴ μιχθῇ· τὸ γὰρ μῖγμα ἓν βούλεται εἶναι, τοῦ δ’ ἑνὸς μία αἴσθησις, ἡ δὲ μία ἅμα αὑτῇ. Ὥστ’ ἐξ ἀνάγκης τῶν μεμιγμένων ἅμα αἰσθάνεται, ὅτι μιᾷ αἰσθήσει κατ’ ἐνέργειαν αἰσθάνεται· ἑνὸς μὲν γὰρ ἀριθμῷ ἡ κατ’ ἐνέργειαν μία, εἴδει δὲ ἡ κατὰ δύναμιν μία. Καὶ εἰ μία τοίνυν ἡ αἴσθησις ἡ κατ’ ἐνέργειαν, ἓν ἐκεῖνα ἐρεῖ. Μεμῖχθαι ἄρα ἀνάγκη αὐτά. Ὅταν ἄρα μὴ ᾖ μεμιγμένα, δύο ἔσονται αἰσθήσεις αἱ κατ’ ἐνέργειαν. Ἀλλὰ κατὰ μίαν δύναμιν καὶ ἄτομον χρόνον μίαν ἀνάγκη εἶναι τὴν ἐνέργειαν· μιᾶς γὰρ εἰσάπαξ μία κίνησις καὶ χρῆσις, μία δὲ ἡ δύναμις. Οὐκ ἄρα ἐνδέχεται

Work

Title: Aristotle: De Sensu et Sensibilibus
English: Sense and Sensibilia
Original: Περὶ αἰσθήσεως καὶ αἰσθητῶν

Domains: Biology, Natural philosophy, Psychology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 3

Pages: 243-276

Publisher: Oxford University Press, Oxford

Download