Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Memoria et Reminiscentia (On Memory)

Bekker 1837

ἅμα, τῶν δὲ μέρος ἔχουσιν, ὥστε τὸ λοιπὸν μικρὸν ὃ ἐκινήθη μετ’ ἐκεῖνο. Ζητοῦσι μὲν οὖν οὕτω, καὶ μὴ ζητοῦντες δ’ οὕτως ἀναμιμνήσκονται, ὅταν μεθ’ ἑτέραν κίνησιν ἐκείνη γένηται· ὡς δὲ τὰ πολλὰ ἑτέρων γενομένων κινήσεων οἵων εἴπομεν, ἐγένετο ἐκείνη. Οὐδὲν δὲ δεῖ σκοπεῖν τὰ πόρρω, πῶς μεμνήμεθα, ἀλλὰ τὰ σύνεγγυς· δῆλον γὰρ ὅτι ὁ αὐτός ἐστι τρόπος, λέγω δὲ τὸ ἐφεξῆς, οὐ προζητήσας οὐδ’ ἀναμνησθείς. Τῷ γὰρ ἔθει ἀκολουθοῦσιν αἱ κινήσεις ἀλλήλαις, ἥδε μετὰ τήνδε. Καὶ ὅταν τοίνυν ἀναμιμνήσκεσθαι βούληται, τοῦτο ποιήσει· ζητήσει λαβεῖν ἀρχὴν κινήσεως, μεθ’ ἣν ἐκείνη ἔσται. Διὸ τάχιστα καὶ κάλλιστα γίνονται ἀπ’ ἀρχῆς αἱ ἀναμνήσεις· ὡς γὰρ ἔχουσι τὰ πράγματα πρὸς ἄλληλα τῷ ἐφεξῆς, οὕτω καὶ αἱ κινήσεις. Καὶ ἔστιν εὐμνημόνευτα ὅσα τάξιν τινὰ ἔχει, ὥσπερ τὰ μαθήματα· τὰ δὲ φαύλως καὶ χαλεπῶς. Καὶ τούτῳ διαφέρει τὸ ἀναμιμνήσκεσθαι τοῦ πάλιν μανθάνειν, ὅτι δυνήσεταί πως δι’ αὑτοῦ κινηθῆναι ἐπὶ τὸ μετὰ τὴν ἀρχήν. Ὅταν δὲ μή, ἀλλὰ δι’ ἄλλου, οὐκέτι μέμνηται. Πολλάκις δ’ ἤδη μὲν ἀδυνατεῖ ἀναμνησθῆναι, ζητεῖν δὲ δύναται καὶ εὑρίσκει. Τοῦτο δὲ γίνεται κινοῦντι πολλά, ἕως ἂν τοιαύτην κινήσῃ κίνησιν ᾗ ἀκολουθήσει τὸ πρᾶγμα. Τὸ γὰρ μεμνῆσθαί ἐστι τὸ ἐνεῖναι δυνάμει τὴν κινοῦσαν· τοῦτο δέ, ὥστ’ ἐξ αὐτοῦ καὶ ὧν ἔχει κινήσεων κινηθῆναι, ὥσπερ εἴρηται. Δεῖ δὲ λαβέσθαι ἀρχῆς. Διὸ ἀπὸ τόπων δοκοῦσιν ἀναμιμνήσκεσθαι ἐνίοτε. Τὸ δ’ αἴτιον ὅτι ταχὺ ἀπ’ ἄλλου ἐπ’ ἄλλο ἔρχονται, οἷον ἀπὸ γάλακτος ἐπὶ λευκόν, ἀπὸ λευκοῦ δ’ ἐπ’ ἀέρα, καὶ ἀπὸ τούτου

Work

Title: Aristotle: De Memoria et Reminiscentia
English: On Memory
Original: Περὶ μνήμης καὶ ἀναμνήσεως

Domains: Psychology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 3

Pages: 276-286

Publisher: Oxford University Press, Oxford

Download