
De Somno et Vigilia (On Sleep)
Bekker 1837
ψυχῆς, καὶ τοῦ μὲν θρεπτικοῦ χωριζομένου τῶν ἄλλων ἐν
τοῖς ἔχουσι σώμασι ζωήν, τῶν δ’ ἄλλων οὐδενὸς ἄνευ τούτου,
δῆλον ὡς ὅσα μὲν αὐξήσεως καὶ φθίσεως μετέχει μόνον
τῶν ζώντων, ὅτι τούτοις οὐχ ὑπάρχει ὕπνος οὐδ’ ἐγρήγορσις,
οἷον τοῖς φυτοῖς· οὐ γὰρ ἔχουσι τὸ αἰσθητικὸν μόριον, οὔτ’
εἰ χωριστόν ἐστιν οὔτ’ εἰ μὴ χωριστόν· τῇ γὰρ δυνάμει καὶ
τῷ εἶναι χωριστόν ἐστιν. Ὁμοίως δὲ καὶ ὅτι οὐδέν ἐστιν
ὃ ἀεὶ ἐγρήγορεν ἢ ἀεὶ καθεύδει, ἀλλὰ τοῖς αὐτοῖς ὑπάρχει
τῶν ζῴων ἀμφότερα τὰ πάθη ταῦτα· οὔτε γὰρ εἴ τί ἐστι
ζῷον ἔχον αἴσθησιν, τοῦτ’ ἐνδέχεται οὔτε καθεύδειν οὔτ’
ἐγρηγορέναι· ἄμφω γάρ ἐστι τὰ πάθη ταῦτα περὶ αἴσθησιν
τοῦ πρώτου αἰσθητικοῦ. Οὐκ ἐνδέχεται δὲ οὐδὲ θάτερον
τούτων ἀεὶ ὑπάρχειν τῷ αὐτῷ, οἷον ἀεί τι γένος ζῴων
καθεύδειν ἢ ἀεί τι ἐγρηγορέναι. Ἔτι ὅσων ἐστί τι ἔργον
κατὰ φύσιν, ὅταν ὑπερβάλλῃ τὸν χρόνον ᾧ δύναται χρόνῳ
τι ποιεῖν, ἀνάγκη ἀδυνατεῖν, οἷον τὰ ὄμματα ὁρῶντα καὶ
παύεσθαι τοῦτο ποιοῦντα, ὁμοίως δὲ καὶ χεῖρα καὶ ἄλλο πᾶν
οὗ ἐστί τι ἔργον. Εἰ δή τινός ἐστιν ἔργον τὸ αἰσθάνεσθαι,
καὶ τοῦτο ἂν ὑπερβάλλῃ ὅσον ἦν χρόνον δυνάμενον αἰσθάνεσθαι
συνεχῶς, ἀδυνατήσει καὶ οὐκέτι τοῦτο ποιήσει. Εἰ
τοίνυν τὸ ἐγρηγορέναι ὥρισται τῷ λελύσθαι τὴν αἴσθησιν,
τῶν δ’ ἐναντίων τὸ μὲν ἀνάγκη παρεῖναι τὸ δ’ οὔ, τὸ δ’
ἐγρηγορέναι τῷ καθεύδειν ἐναντίον, καὶ ἀναγκαῖον παντὶ
θάτερον ὑπάρχειν, ἀναγκαῖον ἂν εἴη καθεύδειν. Εἰ οὖν τὸ
τοιοῦτον πάθος ὕπνος, τοῦτο δ’ ἐστὶν ἀδυναμία δι’ ὑπερβολὴν
Work
Title: De Somno et Vigilia
English: On Sleep
Original: Περὶ ὕπνου καὶ ἐγρηγόρσεως
Domains: Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 286-298
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_027.xml [39 Kb]