
De Somno et Vigilia (On Sleep)
Bekker 1837
τοῦ ἐγρηγορέναι, ἡ δὲ τοῦ ἐγρηγορέναι ὑπερβολὴ
ὁτὲ μὲν νοσώδης ὁτὲ δ’ ἄνευ νόσου γίνεται, ὥστε καὶ ἡ ἀδυναμία
καὶ ἡ διάλυσις ὡσαύτως ἔσται, ἀνάγκη πᾶν τὸ ἐγρηγορὸς
ἐνδέχεσθαι καθεύδειν· ἀδύνατον γὰρ ἀεὶ ἐνεργεῖν.
Ὁμοίως δὲ οὐδὲ καθεύδειν οὐδὲν ἀεὶ ἐνδέχεται. Ὁ γὰρ ὕπνος
τι τοῦ αἰσθητικοῦ μορίου ἐστίν, οἷον δεσμὸς καὶ ἀκινησία
τις, ὥστ’ ἀνάγκη πᾶν τὸ καθεῦδον ἔχειν τὸ αἰσθητικὸν
μόριον. Αἰσθητικὸν δὲ τὸ δυνατὸν αἰσθάνεσθαι κατ’ ἐνέργειαν·
ἐνεργεῖν δὲ τῇ αἰσθήσει κυρίως καὶ ἁπλῶς ἀδύνατον
καθεῦδον ἅμα· διὸ ἀναγκαῖον ὕπνον πάντα ἐγερτὸν εἶναι.
Τὰ μὲν οὖν ἄλλα σχεδὸν πάντα δῆλα κοινωνοῦνθ’ ὕπνου,
καὶ πλωτὰ καὶ πτηνὰ καὶ πεζά· καὶ γὰρ τὰ τῶν ἰχθύων
γένη πάντα καὶ τὰ τῶν μαλακίων ὦπται καθεύδοντα, καὶ
τἆλλα πάνθ’ ὅσα περ ἔχει ὀφθαλμούς· καὶ γὰρ τὰ σκληρόφθαλμα
φανερὰ καὶ τὰ ἔντομα κοιμώμενα· βραχύυπνα
δὲ τὰ τοιαῦτα πάντα, διὸ καὶ λάθοι ἄν τινα πολλάκις πότερον
μετέχουσι τοῦ καθεύδειν ἢ οὔ. Τῶν δ’ ὀστρακοδέρμων
κατὰ μὲν τὴν αἴσθησιν οὐδέ πω γέγονε φανερὸν εἰ καθεύδουσιν·
εἰ δέ τῳ πιθανὸς ὁ λεχθεὶς λόγος, τούτῳ πεισθήσεται.
Ὅτι μὲν οὖν ὕπνου κοινωνεῖ τὰ ζῷα πάντα, φανερὸν
ἐκ τούτων· τῷ γὰρ αἴσθησιν ἔχειν ὥρισται τὸ ζῷον, τῆς δ’
αἰσθήσεως τρόπον τινὰ τὴν μὲν ἀκινησίαν καὶ οἷον δεσμὸν
τὸν ὕπνον εἶναί φαμεν, τὴν δὲ λύσιν καὶ τὴν ἄνεσιν ἐγρήγορσιν.
Τῶν δὲ φυτῶν οὐδὲν οἷόν τε κοινωνεῖν οὐδετέρου
τούτων τῶν παθημάτων. Ἄνευ μὲν γὰρ αἰσθήσεως οὐχ
ὑπάρχει οὔθ’ ὕπνος οὔτ’ ἐγρήγορσις· οἷς δ’ αἴσθησις
Work
Title: De Somno et Vigilia
English: On Sleep
Original: Περὶ ὕπνου καὶ ἐγρηγόρσεως
Domains: Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 286-298
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_027.xml [39 Kb]