De Somno et Vigilia (On Sleep)
Bekker 1837
τῷ πεφυκότι κινεῖσθαι, μὴ δυναμένῳ δ’ ἀεὶ καὶ συνεχῶς κινεῖσθαι
μεθ’ ἡδονῆς ἀναγκαῖον εἶναι καὶ ὠφέλιμον, τῷ δ’
ὕπνῳ δι’ αὐτὴν τὴν ἀλήθειαν προσάπτουσι τὴν μεταφορὰν
ταύτην ὡς ἀναπαύσει ὄντι· ὥστε σωτηρίας ἕνεκα τῶν ζῴων
ὑπάρχει. Ἡ δ’ ἐγρήγορσις τέλος· τὸ γὰρ αἰσθάνεσθαι
καὶ τὸ φρονεῖν πᾶσι τέλος οἷς ὑπάρχει θάτερον αὐτῶν· βέλτιστα
γὰρ ταῦτα, τὸ δὲ τέλος βέλτιστον. Ὥστε ἀναγκαῖον
ἑκάστῳ τῶν ζῴων ὑπάρχειν τὸν ὕπνον. Λέγω δ’ ἐξ
ὑποθέσεως τὴν ἀνάγκην, ὅτι εἰ ζῷον ἔσται ἔχον τὴν αὑτοῦ
φύσιν, ἐξ ἀνάγκης τιν’ ὑπάρχειν αὐτῷ δεῖ, καὶ τούτων ὑπαρχόντων
ἕτερα ὑπάρχειν. Ἔτι δὲ ποίας κινήσεως καὶ πράξεως
ἐν τοῖς σώμασι γιγνομένης συμβαίνει τό τε ἐγρηγορέναι
καὶ τὸ καθεύδειν τοῖς ζῴοις, μετὰ ταῦτα λεκτέον. Τοῖς μὲν
οὖν ἄλλοις ζῴοις καθάπερ τοῖς ἐναίμοις ὑποληπτέον εἶναι
τὰ αἴτια τοῦ πάθους, ἢ ταὐτὰ ἢ τὰ ἀνάλογον, τοῖς δ’ ἐναίμοις
ἅπερ τοῖς ἀνθρώποις· ὥστ’ ἐκ τούτων πάντα θεωρητέον.
Ὅτι μὲν οὖν ἡ τῆς αἰσθήσεως ἀρχὴ γίνεται ἀπὸ
τοῦ αὐτοῦ μέρους τοῖς ζῴοις ἀφ’ οὗπερ καὶ ἡ τῆς κινήσεως,
διώρισται πρότερον ἐν ἑτέροις. Αὕτη δ’ ἐστὶ τριῶν διωρισμένων
τόπων ὁ μέσος κεφαλῆς καὶ τῆς κάτω κοιλίας. Τοῖς
μὲν οὖν ἐναίμοις τοῦτ’ ἐστὶ τὸ περὶ τὴν καρδίαν μέρος· πάντα
γὰρ τὰ ἔναιμα καρδίαν ἔχει, καὶ ἡ ἀρχὴ τῆς κινήσεως καὶ
τῆς αἰσθήσεως τῆς κυρίας ἐντεῦθέν ἐστιν. Τῆς μὲν οὖν κινήσεως
φανερὸν ὅτι καὶ ἡ τοῦ πνεύματος ἀρχὴ καὶ ὅλως ἡ
τῆς καταψύξεώς ἐστιν ἐνταῦθα, καὶ τὸ ἀναπνεῖν τε καὶ τὸ
ὑγρῷ καταψύχεσθαι πρός γε σωτηρίαν τοῦ ἐν τούτῳ τῷ
Work
Title: De Somno et Vigilia
English: On Sleep
Original: Περὶ ὕπνου καὶ ἐγρηγόρσεως
Domains: Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 286-298
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_027.xml [39 Kb]