
De Somno et Vigilia (On Sleep)
Bekker 1837
ἐξαίφνης φρίκη γίνεται, κἀκεῖ ἀνιόντος τοῦ θερμοῦ ἀθροιζόμενον
τὸ ψυχρὸν καταψύχει, καὶ τὸ κατὰ φύσιν θερμὸν
ποιεῖ ἐξαδυνατεῖν καὶ ὑποχωρεῖν; Ἔτι δὲ πολλῆς ἐμπιπτούσης
τροφῆς, ἣν ἀνάγει τὸ θερμόν, ὥσπερ τὸ πῦρ ἐπιτιθεμένων
τῶν ξύλων, καταψύχεται, ἕως ἂν καταπεφθῇ. Γίνεται
γὰρ ὁ ὕπνος, ὥσπερ εἴρηται, τοῦ σωματώδους ἀναφερομένου
ὑπὸ τοῦ θερμοῦ διὰ τῶν φλεβῶν πρὸς τὴν κεφαλήν.
Ὅταν δὲ μηκέτι δύνηται, ἀλλὰ τῷ πλήθει ὑπερβάλλῃ
τὸ ἀναχθέν, πάλιν ἀνταπωθεῖται καὶ κάτω ῥεῖ. Διὸ
καταπίπτουσί τε ὑποσπωμένου τοῦ θερμοῦ τοῦ ἀνάγοντος
οἱ ἄνθρωποι (μόνον γὰρ ὀρθὸν τῶν ζῴων), καὶ ἐπιπεσὸν
μὲν ἔκνοιαν ποιεῖ, ὕστερον δὲ φαντασίαν. Ἢ αἱ μὲν
νῦν λεγόμεναι λύσεις ἐνδεχόμεναι μέν εἰσι τοῦ γίνεσθαι
τὴν κατάψυξιν· οὐ μὴν ἀλλὰ κύριός γ’ ἐστὶν ὁ τόπος ὁ
περὶ τὸν ἐγκέφαλον, ὥσπερ ἐν ἄλλοις εἴρηται. Πάντων δ’
ἐστὶ τῶν ἐν τῷ σώματι ψυχρότατον ὁ ἐγκέφαλος, τοῖς δὲ
μὴ ἔχουσι τὸ ἀνάλογον τούτῳ μόριον. Ὥσπερ οὖν τὸ
ἀπατμίζον ὑγρὸν ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος, ὅταν ἔλθῃ
εἰς τὸν ἄνω τόπον, διὰ τὴν ψυχρότητα αὐτοῦ καταψύχεται
καὶ συστὰν καταφέρεται γενόμενον πάλιν ὕδωρ, οὕτως ἐν τῇ
ἀναφορᾷ τοῦ θερμοῦ τῇ πρὸς τὸν ἐγκέφαλον ἡ μὲν περιττωματικὴ
ἀναθυμίασις εἰς φλέγμα συνέρχεται (διὸ καὶ οἱ
κατάρροι φαίνονται γιγνόμενοι ἐκ τῆς κεφαλῆς), ἡ δὲ τρόφιμος
καὶ μὴ νοσώδης καταφέρεται συνισταμένη καὶ καταψύχει
τὸ θερμόν. Πρὸς δὲ τὸ καταψύχεσθαι καὶ μὴ δέχεσθαι
Work
Title: De Somno et Vigilia
English: On Sleep
Original: Περὶ ὕπνου καὶ ἐγρηγόρσεως
Domains: Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 286-298
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_027.xml [39 Kb]