De Insomniis (On Dreams)
Bekker 1837
οὔτε ἐνύπνιον πᾶν τὸ ἐν ὕπνῳ φάντασμα, καὶ ὅτι ὃ ἐννοοῦμεν
τῇ δόξῃ δοξάζομεν. Δῆλον δὲ περὶ τούτων ἁπάντων
τό γε τοσοῦτον, ὅτι τῷ αὐτῷ ᾧ καὶ ἐγρηγορότες ἐν ταῖς
νόσοις ἀπατώμεθα, ὅτι τοῦτ’ αὐτὸ καὶ ἐν τῷ ὕπνῳ ποιεῖ
τὸ πάθος. Καὶ ὑγιαίνουσι δὲ καὶ εἰδόσιν ὅμως ὁ ἥλιος ποδιαῖος
εἶναι δοκεῖ. Ἀλλ’ εἴτε δὴ ταὐτὸν εἴθ’ ἕτερον τὸ φανταστικὸν
τῆς ψυχῆς καὶ τὸ αἰσθητικόν, οὐδὲν ἧττον οὐ γίνεται
ἄνευ τοῦ ὁρᾶν καὶ αἰσθάνεσθαί τι· τὸ γὰρ παρορᾶν
καὶ παρακούειν ὁρῶντος ἀληθές τι καὶ ἀκούοντος, οὐ μέντοι
τοῦτο ὃ οἴεται. Ἐν δὲ τῷ ὕπνῳ ὑπόκειται μηδὲν ὁρᾶν
μηδ’ ἀκούειν μηδ’ ὅλως αἰσθάνεσθαι. Ἆρ’ οὖν τὸ μὲν μηδὲν
ὁρᾶν ἀληθές, τὸ δὲ μηδὲν πάσχειν τὴν αἴσθησιν οὐκ ἀληθές,
ἀλλ’ ἐνδέχεται καὶ τὴν ὄψιν πάσχειν τι καὶ τὰς ἄλλας
αἰσθήσεις, ἕκαστον δὲ τούτων ὥσπερ ἐγρηγορότος προσβάλλει
μέν πως τῇ αἰσθήσει, οὐχ οὕτω δὲ ὥσπερ ἐγρηγορότος·
καὶ ὁτὲ μὲν ἡ δόξα λέγει ὅτι ψεῦδος τὸ ὁρώμενον,
ὥσπερ ἐγρηγορόσιν, ὁτὲ δὲ κατέχεται καὶ ἀκολουθεῖ τῷ
φαντάσματι. Ὅτι μὲν οὖν οὐκ ἔστι τοῦ δοξάζοντος οὐδὲ
τοῦ διανοουμένου τὸ πάθος τοῦτο ὃ καλοῦμεν ἐνυπνιάζειν φανερόν.
Ἀλλ’ οὐδὲ τοῦ αἰσθανομένου ἁπλῶς· ὁρᾶν γὰρ ἂν
ἦν καὶ ἀκούειν ἁπλῶς. Ἀλλὰ πῶς δὴ καὶ τίνα τρόπον,
ἐπισκεπτέον. Ὑποκείσθω δ’, ὅπερ ἐστὶ καὶ φανερόν, ὅτι
τοῦ αἰσθητικοῦ τὸ πάθος, εἴπερ καὶ ὁ ὕπνος· οὐ γὰρ ἄλλῳ
μέν τινι τῶν ζῴων ὑπάρχει ὁ ὕπνος, ἄλλῳ δὲ τὸ ἐνυπνιάζειν,
ἀλλὰ τῷ αὐτῷ. Ἐπεὶ δὲ περὶ φαντασίας ἐν τοῖς περὶ ψυχῆς
εἴρηται, καὶ ἔστι μὲν τὸ αὐτὸ τῷ αἰσθητικῷ τὸ φανταστικόν,
Work
Title: De Insomniis
English: On Dreams
Original: Περὶ ἐνυπνίων
Domains: Psychology, Natural philosophy
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 299-309
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_028.xml [32 Kb]