
De Insomniis (On Dreams)
Bekker 1837
ἔλαιον ταχέως λαμβάνει τὰς τῶν πλησίον
ὀσμάς, καὶ οἱ οἶνοι τὸ αὐτὸ τοῦτο πάσχουσιν· οὐ γὰρ
μόνον τῶν ἐμβαλλομένων ἢ ὑποκιρναμένων, ἀλλὰ καὶ τῶν
πλησίον τοῖς ἀγγείοις τιθεμένων ἢ πεφυκότων ἀναλαμβάνουσι
τὰς ὀσμάς. Πρὸς δὲ τὴν ἐξ ἀρχῆς σκέψιν ὑποκείσθω
ἓν μέν, ὅπερ ἐκ τῶν εἰρημένων φανερόν, ὅτι καὶ ἀπελθόντος
τοῦ θύραθεν αἰσθητοῦ ἐμμένει τὰ αἰσθήματα αἰσθητὰ ὄντα,
πρὸς δὲ τούτοις ὅτι ῥᾳδίως ἀπατώμεθα περὶ τὰς αἰσθήσεις
ἐν τοῖς πάθεσιν ὄντες, ἄλλοι δ’ ἐν ἄλλοις, οἷον ὁ δειλὸς ἐν
φόβῳ, ὁ δ’ ἐρωτικὸς ἐν ἔρωτι, ὥστε δοκεῖν ἀπὸ μικρᾶς
ὁμοιότητος τὸν μὲν τοὺς πολεμίους ὁρᾶν, τὸν δὲ τὸν ἐρώμενον·
καὶ ταῦτα ὅσῳ ἂν ἐμπαθέστερος ᾖ, τοσούτῳ ἀπ’
ἐλάσσονος ὁμοιότητος φαίνεται. Τὸν αὐτὸν δὲ τρόπον καὶ
ἐν ὀργαῖς καὶ ἐν πάσαις ἐπιθυμίαις εὐαπάτητοι γίνονται
πάντες, καὶ μᾶλλον ὅσῳ ἂν μᾶλλον ἐν τοῖς πάθεσιν ὦσιν.
Διὸ καὶ τοῖς πυρέττουσιν ἐνίοτε φαίνεται ζῷα ἐν τοῖς
τοίχοις ἀπὸ μικρᾶς ὁμοιότητος τῶν γραμμῶν συντιθεμένων.
Καὶ ταῦτ’ ἐνίοτε συνεπιτείνει τοῖς πάθεσιν οὕτως ὥστ’ ἐὰν
μὲν μὴ σφόδρα κάμνωσι, μὴ λανθάνειν ὅτι ψεῦδος, ἐὰν δὲ
μεῖζον ᾖ τὸ πάθος, καὶ κινεῖσθαι πρὸς αὐτά. Αἴτιον δὲ
τοῦ συμβαίνειν ταῦτα τὸ μὴ κατὰ τὴν αὐτὴν δύναμιν κρίνειν
τό τε κύριον καὶ ᾧ τὰ φαντάσματα γίνεται. Τούτου
δὲ σημεῖον ὅτι φαίνεται μὲν ὁ ἥλιος ποδιαῖος, ἀντίφησι δὲ
πολλάκις ἕτερόν τι πρὸς τὴν φαντασίαν. Καὶ τῇ ἐπαλλάξει
τῶν δακτύλων τὸ ἓν δύο φαίνεται, ἀλλ’ ὅμως οὔ φαμεν
δύο· κυριωτέρα γὰρ τῆς ἁφῆς ἡ ὄψις. Εἰ δ’ ἦν ἡ ἁφὴ
Work
Title: De Insomniis
English: On Dreams
Original: Περὶ ἐνυπνίων
Domains: Psychology, Natural philosophy
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 299-309
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_028.xml [32 Kb]