
De Insomniis (On Dreams)
Bekker 1837
συγκατέρχονται αἱ ἐνοῦσαι κινήσεις, αἱ μὲν δυνάμει αἱ δὲ
ἐνεργείᾳ. Οὕτω δ’ ἔχουσιν ὥστε ἐν τῇ κινήσει τῃδὶ ἥδε
ἐπιπολάσει ἐξ αὐτοῦ ἡ κίνησις, ἂν δ’ αὕτη φθαρῇ, ἥδε.
Καὶ πρὸς ἀλλήλας δ’ ἔχουσιν ὥσπερ οἱ πεπλασμένοι βάτραχοι
οἱ ἀνιόντες ἐν τῷ ὕδατι τηκομένου τοῦ ἁλός. Οὕτως
ἔνεισι δυνάμει, ἀνειμένου δὲ τοῦ κωλύοντος ἐνεργοῦσιν·
καὶ λυόμεναι ἐν ὀλίγῳ τῷ λοιπῷ αἵματι τῷ ἐν τοῖς αἰσθητηρίοις
κινοῦνται, ἔχουσαι ὁμοιότητα ὥσπερ τὰ ἐν τοῖς
νέφεσιν, ἃ παρεικάζουσιν ἀνθρώποις καὶ κενταύροις ταχέως
μεταβάλλοντα. Τούτων δὲ ἕκαστόν ἐστιν, ὥσπερ εἴρηται,
ὑπόλειμμα τοῦ ἐν τῇ ἐνεργείᾳ αἰσθήματος· καὶ ἀπελθόντος
τοῦ αἰσθήματος τοῦ ἀληθοῦς ἔνεστι, καὶ ἀληθὲς εἰπεῖν
ὅτι τοιοῦτον οἷον Κορίσκος, ἀλλ’ οὐ Κορίσκος. Ὅτε
δ’ ᾐσθάνετο, οὐκ ἔλεγε Κορίσκον τὸ κύριον καὶ τὸ ἐπικρῖνον,
ἀλλὰ διὰ τοῦτο ἐκεῖνον Κορίσκον τὸν ἀληθινόν.
Οὗ δὴ καὶ αἰσθανόμενον λέγει τοῦτο, ἐὰν μὴ παντελῶς
κατέχηται ὑπὸ τοῦ αἵματος, ὥσπερ μὴ αἰσθανόμενον τοῦτο,
κινεῖται ὑπὸ τῶν κινήσεων τῶν ἐν τοῖς αἰσθητηρίοις. Καὶ
δοκεῖ τὸ ὅμοιον αὐτὸ εἶναι ἀληθές. Καὶ τοσαύτη τοῦ
ὕπνου ἡ δύναμις ὥστε ποιεῖν τοῦτο λανθάνειν. Ὥσπερ
οὖν εἴ τινα λανθάνοι ὑποβαλλόμενος ὁ δάκτυλος τῷ
ὀφθαλμῷ, οὐ μόνον φανεῖται ἀλλὰ καὶ δόξει εἶναι δύο τὸ ἕν,
ἂν δὲ μὴ λανθάνῃ, φανεῖται μὲν οὐ δόξει δέ, οὕτω καὶ ἐν τοῖς
Work
Title: De Insomniis
English: On Dreams
Original: Περὶ ἐνυπνίων
Domains: Psychology, Natural philosophy
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 299-309
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_028.xml [32 Kb]