
De Insomniis (On Dreams)
Bekker 1837
ὕπνοις, ἐὰν μὲν αἰσθάνηται ὅτι καθεύδει, καὶ τοῦ πάθους ἐν
ᾧ ἡ αἴσθησις τοῦ ὑπνωτικοῦ, φαίνεται μέν, λέγει δέ τι ἐν
αὐτῷ ὅτι φαίνεται μὲν Κορίσκος, οὐκ ἔστι δὲ Κορίσκος
(πολλάκις γὰρ καθεύδοντος λέγει τι ἐν τῇ ψυχῇ ὅτι
ἐνύπνιον τὸ φαινόμενον)· ἐὰν δὲ λανθάνῃ ὅτι καθεύδει, οὐδὲν
ἀντίφησι τῇ φαντασίᾳ. Ὅτι δ’ ἀληθῆ λέγομεν καὶ εἰσὶ
κινήσεις φανταστικαὶ ἐν τοῖς αἰσθητηρίοις, δῆλον, ἐάν τις
προσέχων πειρᾶται μνημονεύειν ἃ πάσχομεν καταφερόμενοί
τε καὶ ἐγειρόμενοι· ἐνίοτε γὰρ τὰ φαινόμενα εἴδωλα καθεύδοντι
φωράσει ἐγειρόμενος κινήσεις οὔσας ἐν τοῖς αἰσθητηρίοις·
ἐνίοις γὰρ τῶν νεωτέρων καὶ πάμπαν διαβλέπουσιν,
ἐὰν ᾖ σκότος, φαίνεται εἴδωλα πολλὰ κινούμενα, ὥστ’ ἐγκαλύπτεσθαι
πολλάκις φοβουμένους. Ἐκ δὴ τούτων ἁπάντων
δεῖ συλλογίσασθαι ὅτι ἐστὶ τὸ ἐνύπνιον φάντασμα μέν
τι καὶ ἐν ὕπνῳ· τὰ γὰρ ἄρτι λεχθέντα εἴδωλα οὐκ ἔστιν
ἐνύπνια, οὐδ’ εἴ τι ἄλλο λελυμένων τῶν αἰσθήσεων φαίνεται·
οὐδὲ τὸ ἐν ὕπνω φάντασμα πᾶν. Πρῶτον μὲν γὰρ
ἐνίοις συμβαίνει καὶ αἰσθάνεσθαί πῃ καὶ ψόφων καὶ φωτὸς
καὶ χυμοῦ καὶ ἁφῆς, ἀσθενικῶς μέντοι καὶ οἷον πόρρωθεν·
ἤδη γὰρ ἐν τῶ καθεύδειν ὑποβλέποντες, ὃ ἠρέμα ἑώρων φῶς
τοῦ λύχνου καθεύδοντες, ὡς ᾤοντο, ἐπεγερθέντες εὐθὺς
ἐγνώρισαν τὸ τοῦ λύχνου ὄν, καὶ ἀλεκτρυόνων καὶ κυνῶν φωνὴν
ἠρέμα ἀκούοντες ἐγερθέντες σαφῶς ἐγνώρισαν. Ἔνιοι
δὲ καὶ ἀποκρίνονται ἐρωτώμενοι· ἐνδέχεται γὰρ τοῦ ἐγρηγορέναι
καὶ καθεύδειν ἁπλῶς θατέρου ὑπάρχοντος θάτερόν
πῃ ὑπάρχειν. Ὧν οὐδὲν ἐνύπνιον φατέον. Οὐδ’ ὅσαι δὴ ἐν
τῷ ὕπνῳ γίνονται ἀληθεῖς ἔννοιαι παρὰ τὰ φαντάσματα.
Ἀλλὰ τὸ φάντασμα τὸ ἀπὸ τῆς κινήσεως τῶν αἰσθημάτων,
Work
Title: De Insomniis
English: On Dreams
Original: Περὶ ἐνυπνίων
Domains: Psychology, Natural philosophy
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 299-309
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_028.xml [32 Kb]