De Insomniis (On Dreams)
Bekker 1837
τῆς εἰρημένης κινήσεως ἀφανίζονται πάμπαν, ὁτὲ δὲ τεταραγμέναι
φαίνονται αἱ ὄψεις καὶ τερατώδεις καὶ οὐκ ἐρρωμένα
τὰ ἐνύπνια, οἷον τοῖς μελαγχολικοῖς καὶ πυρέττουσι
καὶ οἰνωμένοις· πάντα γὰρ τὰ τοιαῦτα πάθη πνευματώδη
ὄντα πολλὴν ποιεῖ κίνησιν καὶ ταραχήν. Καθισταμένου δὲ
καὶ διακρινομένου τοῦ αἵματος ἐν τοῖς ἐναίμοις, σωζομένη
τῶν αἰσθημάτων ἡ κίνησις ἀφ’ ἑκάστου τῶν αἰσθητηρίων
ἐρρωμένα τε ποιεῖ τὰ ἐνύπνια, καὶ φαίνεσθαί τι καὶ δοκεῖν
διὰ μὲν τὰ ἀπὸ τῆς ὄψεως καταφερόμενα ὁρᾶν, διὰ δὲ
τὰ ἀπὸ τῆς ἀκοῆς ἀκούειν. Ὁμοιοτρόπως δὲ καὶ ἀπὸ τῶν
ἄλλων αἰσθητηρίων· τῷ μὲν γὰρ ἐκεῖθεν ἀφικνεῖσθαι τὴν
κίνησιν πρὸς τὴν ἀρχὴν καὶ ἐγρηγορὼς δοκεῖ ὁρᾶν καὶ
ἀκούειν καὶ αἰσθάνεσθαι, καὶ διὰ τὸ τὴν ὄψιν ἐνίοτε κινεῖσθαι
δοκεῖν οὐ κινουμένην ὁρᾶν φαμέν, καὶ τῷ τὴν ἁφὴν
δύο κινήσεις εἰσαγγέλλειν τὸ ἓν δύο δοκεῖν. Ὅλως
γὰρ τὸ ἀφ’ ἑκάστης αἰσθήσεώς φησιν ἡ ἀρχή, ἐὰν μὴ
ἑτέρα κυριωτέρα ἀντιφῇ. Φαίνεται μὲν οὖν πάντως, δοκεῖ
δὲ οὐ πάντως τὸ φαινόμενον, ἀλλ’ ἐὰν τὸ ἐπικρῖνον κατέχηται
ἢ μὴ κινῆται τὴν οἰκείαν κίνησιν. Ὥσπερ δ’
εἴπομεν ὅτι ἄλλοι δι’ ἄλλο πάθος εὐαπάτητοι, οὕτως
ὁ καθεύδων διὰ τὸν ὕπνον καὶ τὸ κινεῖσθαι τὰ αἰσθητήρια
καὶ τἆλλα τὰ συμβαίνοντα περὶ τὴν αἴσθησιν, ὥστε
τὸ μικρὰν ἔχον ὁμοιότητα φαίνεται ἐκεῖνο. Ὅταν γὰρ
καθεύδῃ, κατιόντος τοῦ πλείστου αἵματος ἐπὶ τὴν ἀρχὴν
Work
Title: De Insomniis
English: On Dreams
Original: Περὶ ἐνυπνίων
Domains: Psychology, Natural philosophy
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 299-309
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_028.xml [32 Kb]