
De Divinatione per Somnum (On Divination in Sleep)
Bekker 1837
ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ ΚΑΙ ΤΗΣ ΚΑΘ’ ΥΠΝΟΝ ΜΑΝΤΙΚΗΣ.
Περὶ δὲ τῆς μαντικῆς τῆς ἐν τοῖς ὕπνοις γινομένης καὶ λεγομένης συμβαίνειν ἀπὸ τῶν ἐνυπνίων, οὔτε καταφρονῆσαι ῥᾴδιον οὔτε πεισθῆναι. Τὸ μὲν γὰρ πάντας ἢ πολλοὺς ὑπολαμβάνειν ἔχειν τι σημειῶδες τὰ ἐνύπνια παρέχεται πίστιν ὡς ἐξ ἐμπειρίας λεγόμενον, καὶ τὸ περὶ ἐνίων εἶναι τὴν μαντικὴν ἐν τοῖς ἐνυπνίοις οὐκ ἄπιστον· ἔχει γάρ τινα λόγον, διὸ καὶ περὶ τῶν ἄλλων ἐνυπνίων ὁμοίως ἄν τις οἰηθείη. Τὸ δὲ μηδεμίαν αἰτίαν εὔλογον ὁρᾶν, καθ’ ἣν ἂν γίνοιτο, τοῦτο διαπιστεῖν ποιεῖ· τό τε γὰρ θεὸν εἶναι τὸν πέμποντα, πρὸς τῇ ἄλλῃ ἀλογίᾳ, καὶ τὸ μὴ τοῖς βελτίστοις καὶ φρονιμωτάτοις ἀλλὰ τοῖς τυχοῦσι πέμπειν ἄτοπον.
Work
Title: De Divinatione per Somnum
English: On Divination in Sleep
Original: Περὶ τῆς καθ᾽ ὕπνον μαντικῆς
Domains: Psychology, Natural philosophy
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 309-314
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_029.xml [17.0 Kb]