Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Divinatione per Somnum (On Divination in Sleep)

Bekker 1837

ἰδόντι οὔτε σημεῖον οὔτ’ αἴτιον, ἀλλὰ σύμπτωμα. Διὸ καὶ πολλὰ τῶν ἐνυπνίων οὐκ ἀποβαίνει· τὰ γὰρ συμπτώματα οὔτ’ ἀεὶ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ γίνεται.

Ὅλως δ’ ἐπεὶ καὶ τῶν ἄλλων ζῴων ὀνειρώττει τινά, θεόπεμπτα μὲν οὐκ ἂν εἴη τὰ ἐνύπνια, οὐδὲ γέγονε τούτου χάριν, δαιμόνια μέντοι· ἡ γὰρ φύσις δαιμονία, ἀλλ’ οὐ θεία. Σημεῖον δέ· πάνυ γὰρ εὐτελεῖς ἄνθρωποι προορατικοί εἰσι καὶ εὐθυόνειροι, ὡς οὐ θεοῦ πέμποντος, ἀλλ’ ὅσων ὥσπερ ἂν εἰ λάλος ἡ φύσις ἐστὶ καὶ μελαγχολική, παντοδαπὰς ὄψεις ὁρῶσιν· διὰ γὰρ τὸ πολλὰ καὶ παντοδαπὰ κινεῖσθαι ἐπιτυγχάνουσιν ὁμοίοις θεωρήμασιν, ἐπιτυχεῖς ὄντες ἐν τούτοις ὥσπερ ἔνιοι ἄρτια μερίζοντες· ὥσπερ γὰρ καὶ λέγεται

ἂν πολλὰ βάλλῃς, ἄλλοτ’ ἀλλοῖον βαλεῖς,

καὶ ἐπὶ τούτων τοῦτο συμβαίνει. Ὅτι δ’ οὐκ ἀποβαίνει πολλὰ τῶν ἐνυπνίων, οὐδὲν ἄτοπον· οὐδὲ γὰρ τῶν ἐν τοῖς σώμασι σημείων καὶ τῶν οὐρανίων, οἷον τὰ τῶν ὑδάτων καὶ τὰ τῶν πνευμάτων· ἂν γὰρ ἄλλη κυριωτέρα ταύτης συμβῇ κίνησις, ἀφ’ ἧς μελλούσης ἐγένετο τὸ σημεῖον, οὐ γίνεται. Καὶ πολλὰ βουλευθέντα καλῶς τῶν πραχθῆναι δεόντων διελύθη δι’ ἄλλας κυριωτέρας ἀρχάς. Ὅλως γὰρ οὐ πᾶν γίνεται τὸ μελλῆσαν, οὐδὲ ταὐτὸ τὸ ἐσόμενον καὶ τὸ μέλλον· ἀλλ’ ὅμως ἀρχάς τε λεκτέον εἶναι, ἀφ’ ὧν οὐκ ἐπετελέσθη, καὶ σημεῖα πέφυκε ταῦτα τινῶν οὐ γενομένων. Περὶ δὲ τῶν μὴ τοιαύτας ἐχόντων ἀρχὰς ἐνυπνίων οἵας εἴπομεν,

Work

Title: Aristotle: De Divinatione per Somnum
English: On Divination in Sleep
Original: Περὶ τῆς καθ᾽ ὕπνον μαντικῆς

Domains: Psychology, Natural philosophy

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 3

Pages: 309-314

Publisher: Oxford University Press, Oxford

Download

Arist-Gr_029.xml [17.0 Kb]