
De Longitudine et Brevitate Vitae (On Length and Shortness of Life)
Bekker 1837
ὥστε δεῖ μὴ μόνον πλῆθος εἶναι ὑγροῦ, ἀλλὰ τοῦτο καὶ
θερμόν, ἵνα μήτε εὔπηκτον μήτε εὐξήραντον ᾖ. Καὶ διὰ
τοῦτο ἄνθρωπος μακρόβιον μᾶλλον ἐνίων μειζόνων· μακροβιώτερα
γὰρ τὰ λειπόμενα τῷ πλήθει τοῦ ὑγροῦ, ἐὰν πλείονι
λόγῳ ὑπερέχῃ κατὰ τὸ ποιὸν ἢ λείπεται κατὰ τὸ
ποσόν. Ἔστι δ’ ἐνίοις μὲν τὸ θερμὸν τὸ λιπαρόν, ὃ ἅμα
ποιεῖ τό τε μὴ εὐξήραντον καὶ τὸ μὴ εὔψυκτον· ἐνίοις δ’
ἄλλον ἔχει χυμόν. Ἔτι δεῖ τὸ μέλλον εἶναι μὴ εὔφθαρτον
μὴ περιττωματικὸν εἶναι. Ἀναιρεῖ γὰρ τὸ τοιοῦτον ἢ
νόσῳ ἢ φύσει· ἐναντία δ’ ἡ τοῦ περιττώματος δύναμις καὶ
φθαρτικὴ ἡ μὲν τῆς φύσεως ἡ δὲ μορίου. Διὸ τὰ ὀχευτικὰ
καὶ πολύσπερμα γηράσκει ταχύ· τὸ γὰρ σπέρμα περίττωμα,
καὶ ἔτι ξηραίνει ἀπιόν. Καὶ διὰ τοῦτο ἡμίονος μακροβιώτερος
ἵππου καὶ ὄνου, ἐξ ὧν ἐγένετο, καὶ τὰ θήλεα τῶν ἀρρένων,
ἐὰν ὀχευτικὰ ᾖ τὰ ἄρρενα· διὸ οἱ στρουθοὶ οἱ ἄρρενες
βραχυβιώτεροι τῶν θηλειῶν. Ἔτι δὲ καὶ ὅσα πονητικὰ τῶν
ἀρρένων, καὶ διὰ τὸν πόνον γηράσκει μᾶλλον· ξηραίνει γὰρ ὁ
πόνος, τὸ δὲ γῆρας ξηρόν ἐστιν. Φύσει δὲ καὶ ὡς ἐπὶ τὸ
πᾶν εἰπεῖν τὰ ἄρρενα τῶν θηλειῶν μακροβιώτερα· αἴτιον δ’
ὅτι θερμότερον ζῷον τὸ ἄρρεν ἐστὶ τοῦ θήλεος. Τὰ δ’
αὐτὰ ἐν τοῖς ἀλεεινοῖς μακροβιώτερά ἐστιν ἢ ἐν τοῖς ψυχροῖς
τόποις, διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἥνπερ τὰ μείζω.
Καὶ μάλιστ’ ἐπίδηλον τὸ μέγεθος τῶν τὴν φύσιν ψυχρῶν
ζῴων· διὸ οἵ τ’ ὄφεις καὶ αἱ σαῦραι καὶ τὰ φολιδωτὰ μεγάλα
ἐν τοῖς θερμοῖς τόποις, καὶ ἐν τῇ θαλάττῃ τῇ ἐρυθρᾷ
τὰ ὀστρακόδερμα· τῆς τε γὰρ αὐξήσεως ἡ θερμὴ ὑγρότης
Work
Title: De Longitudine et Brevitate Vitae
English: On Length and Shortness of Life
Original: Περὶ μακροβιότητος καὶ βραχυβιότητος
Domains: Natural philosophy
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 3
Pages: 315-321
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_030.xml [23 Kb]