Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Respiratione (On Respiration)

Bekker 1837

αἰθὴρ παφλάζων καταβήσεται οἴδματι μάργῳ, εὖτε δ’ ἀναθρώσκει, πάλιν ἐκπνεῖ, ὥσ περ ὅταν παῖς κλεψύδρην παίζησι δι’ εὐπετέος χαλκοῖο. Εὖτε μὲν αὐλοῦ πορθμὸν ἐπ’ εὐειδεῖ χερὶ θεῖσα εἰς ὕδατος βάπτῃσι τέρεν δέμας ἀργυφέοιο, οὐδ’ ὅγ’ ἐς ἄγγος δ’ ὄμβρος ἐσέρχεται, ἀλλά μιν εἴργει ἀέρος ὄγκος ἔσωθε πεσὼν ἐπὶ τρήματα πυκνά, εἰσόκ’ ἀποστεγάσῃ πυνικὸν ῥόον· αὐτὰρ ἔπειτα πνεύματος ἐλλείποντος ἐσέρχεται αὔξιμον ὕδωρ. Ὡς δ’ αὕτως ὅθ’ ὕδωρ μὲν ἔχει κατὰ βένθεα χαλκοῦ πορθμοῦ χωσθέντος βροτέῳ χροῒ ἠδὲ πόροιο, αἰθὴρ δ’ ἐκτὸς ἔσω λελιημένος ὄμβρον ἐρύκει ἀμφὶ πύλας ἰσθμοῖο δυσηχέος, ἄκρα κρατύνων, εἰσόκε χειρὶ μεθῇ· τότε δ’ αὖ πάλιν, ἔμπαλιν ἢ πρίν, πνεύματος ἐμπίπτοντος ὑπεκθέει αὔξιμον ὕδωρ. Ὡς δ’ αὕτως τέρεν αἷμα κλαδασσόμενον διὰ γυίων ὁππότε μὲν παλίνορσον ἐπαΐξειε μυχόνδε,

Work

Title: Aristotle: De Respiratione
English: On Respiration
Original: Περὶ ἀναπνοῆς

Domains: Biology, Natural philosophy

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 3

Pages: 329-354

Publisher: Oxford University Press, Oxford

Download