Digital Corpus for Graeco-Arabic Studies

pseudo-Aristotle: De Spiritu (On Breath)

Bekker 1837

ΠΕΡΙ ΠΝΕΥΜΑΤΟΣ.

ΤΙΣ ἡ τοῦ ἐμφύτου πνεύματος διαμονή, καὶ τίς ἡ αὔξησις; Ὁρῶμεν γὰρ ὅτι πλέον καὶ ἰσχυρότερον γίνεται καὶ καθ’ ἡλικίας μεταβολὴν καὶ κατὰ διάθεσιν σώματος. Ἢ ὡς τἆλλα μέρη, προσγινομένου τινός. Προσγίνεται δὲ τροφὴ τοῖς ἐμψύχοις, ὥστε ταύτην σκεπτέον ποία τε καὶ πόθεν. Δύο δὴ τρόποι δι’ ὧν γίνεται, ἢ διὰ τῆς ἀναπνοῆς, ἢ διὰ τῆς κατὰ τὴν τῆς τροφῆς προσφορὰν πέψεως, καθάπερ τοῖς ἄλλοις. Τούτων ἴσως οὐχ ἧττον ἂν οὐχ οὕτω δόξειεν διὰ τῆς τροφῆς· σῶμα γὰρ ὑπὸ σώματος τρέφεται, τὸ δὲ πνεῦμα σῶμα. Τίς οὖν ὁ τρόπος; Ἢ δῆλον ὡς ἐκ τῆς φλεβὸς ὁλκῇ τινὶ καὶ πέψει. Τὸ γὰρ αἷμα ἡ ἐσχάτη τροφὴ καὶ ἡ αὐτὴ πᾶσιν. Ὥσπερ οὖν καὶ εἰς τὸ ἀγγεῖον αὐτοῦ καὶ εἰς τὸ περιεχόμενον λαμβάνει τροφὴν εἰς τὸ θερμόν. Ἄγει δ’ ὁ ἀὴρ τὴν ἐνέργειαν ποιῶν, τήν τε πεπτικὴν αὐτὸς αὑτῷ προστιθεὶς αὔξει καὶ τρέφει. Οὐδὲν δ’ ἴσως ἄτοπον αὐτό γε τοῦτο, ἀλλὰ γενέσθαι τὸ πρῶτον ἐκ τῆς τροφῆς. Καθαρώτερον γὰρ ὃ τῇ ψυχῇ συμφυές, εἰ μὴ καὶ τὴν ψυχὴν ὕστερον λέγοι γίνεσθαι, διακρινομένων τῶν σπερμάτων καὶ εἰς φύσιν ἰόντων. Εἴτε περίττωμα πάσης τροφῆς ἐστί, ποίᾳ διαπέμπεται τοῦτο; Κατὰ μὲν γὰρ τὴν ἐκπνοὴν οὐκ εὔλογον· ἀντιλαμβάνει γὰρ εὐθύς. Λοιπὸν δὲ δῆλον ὅτι διὰ τῶν τῆς ἀρτηρίας πόρων. Τὸ δ’ ἐκκρινόμενον ἤτοι λεπτότερον ἢ παχύτερον. Ἀμφοτέρως δ’ ἄτοπον, εἰ τοῦτο πάντων ἔσται καθαρώτατον. Εἰ δὲ παχύτερον, ἔσονταί

Work

Title: pseudo-Aristotle: De Spiritu
English: On Breath
Original: Περὶ πνεύματος

Domains: Natural philosophy, Psychology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 3

Pages: 355-367

Publisher: Oxford University Press, Oxford

Download