Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Analytica Posteriora (Posterior Analytics)

Bekker 1837

σωτηρία. Μάλιστα δὲ ἐν ὅσοις ἐνδέχεται καὶ ὧδε καὶ ἄλλως, ὅταν μὴ ἀπὸ τύχης ἡ γένεσις ᾖ, ὥστε τὸ τέλος ἀγαθὸν ἕνεκά του γίνεται καὶ ἢ φύσει ἢ τέχνῃ. Ἀπὸ τύχης δ᾿ οὐδὲν ἕνεκά του γίνεται.

Τὸ δ᾿ αὐτὸ αἴτιόν ἐστι τοῖς γινομένοις καὶ τοῖς γεγενημένοις καὶ τοῖς ἐσομένοις ὅπερ καὶ τοῖς οὖσι· τὸ γὰρ μέσον αἴτιον, πλὴν τοῖς μὲν οὖσιν ὄν, τοῖς δὲ γινομένοις γινόμενον, τοῖς δὲ γεγενημένοις γεγενημένον καὶ ἐσομένοις ἐσόμενον. Οἷον διὰ τί γέγονεν ἔκλειψις; διότι ἐν μέσῳ γέγονεν ἡ γῆ· γίνεται δὲ διότι γίνεται, ἔσται δὲ διότι ἔσται ἐν μέσῳ, καὶ ἔστι δὲ ὅτι ἔστιν. Τί ἐστι κρύσταλλος; εἰλήφθω δὴ ὅτι ὕδωρ πεπηγός. Ὕδωρ ἐφ᾿ οὗ Γ, πεπηγὸς ἐφ᾿ οὗ Α, αἴτιον τὸ μέσον ἐφ᾿ οὗ Β, ἔκλειψις θερμοῦ παντελής. Ὑπάρχει δὴ τῷ Γ τὸ Β, τούτῳ δὲ τὸ πεπηγέναι τὸ ἐφ᾿ οὗ Α. Γίνεται δὲ κρύσταλλος γινομένου τοῦ Β, γεγένηται δὲ γεγενημένου, ἔσται δ᾿ ἐσομένου.

Τὸ μὲν οὖν οὕτως αἴτιον καὶ οὗ αἴτιον ἅμα γίνεται, ὅταν γίνηται, καὶ ἔστιν, ὅταν ᾖ· καὶ ἐπὶ τοῦ γεγονέναι καὶ ἔσεσθαι ὡσαύτως. Ἐπὶ δὲ τῶν μὴ ἅμα ἆρ᾿ ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ, ὥσπερ δοκεῖ ἡμῖν, ἄλλα ἄλλων αἴτια εἶναι, τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον, καὶ τοῦ ἔσεσθαι ἕτερον ἐσόμενον, καὶ τοῦ γίνεσθαι δέ, εἴ τι ἔμπροσθεν ἐγένετο; ἔστι δὴ ἀπὸ τοῦ ὕστερον γεγονότος ὁ συλλογισμός. Ἀρχὴ δὲ καὶ τούτων τὰ γεγονότα. Διὸ καὶ ἐπὶ τῶν γινομένων ὡσαύτως. Ἀπὸ δὲ τοῦ προτέρου οὐκ ἔστιν, οἷον ἐπεὶ τόδε γέγονεν, ὅτι τόδ᾿ ὕστερον γέγονεν. Καὶ ἐπὶ τοῦ ἔσεσθαι ὡσαύτως. Οὔτε γὰρ ἀορίστου οὔθ᾿ ὁρισθέντος ἔσται τοῦ χρόνου, ὥστ᾿ ἐπεὶ τοῦτ᾿ ἀληθὲς εἰπεῖν γεγονέναι, τόδ᾿ ἀληθὲς εἰπεῖν γεγονέναι τὸ ὕστερον. Ἐν γὰρ τῷ μεταξὺ ψεῦδος ἔσται τὸ εἰπεῖν τοῦτο, ἤδη θατέρου γεγονότος. Ὁ δ᾿ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἐσομένου. Οὐδ᾿ ἐπεὶ τόδε γέγονε, τόδ᾿ ἔσται. Τὸ γὰρ

Work

Title: Aristotle: Analytica Posteriora
English: Posterior Analytics
Original: Ἀναλυτικὰ ὕστερα

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 1

Pages: 181-257

Publisher: Oxford University Press, Oxford

Download

Arist-Gr_002.xml [263 Kb]