Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Analytica Posteriora (Posterior Analytics)

Bekker 1837

Α ἔσται. Τούτου δ᾿ αἴτιον τὸ Γ· εἰ μὲν γὰρ τὸ Δ ἔσται, πρότερον τὸ Γ ἔσται· εἰ δὲ τὸ Γ ἔσται, πρότερον τὸ Α ἔσται. Ὁμοίως δ᾿ ἄπειρος ἡ τομὴ καὶ ἐν τούτοις· οὐ γάρ ἐστιν ἐσόμενα ἐχόμενα ἀλλήλων. Ἀρχὴ δὲ καὶ ἐν τούτοις ἄμεσος ληπτέα. Ἔχει δὲ οὕτως ἐπὶ τῶν ἔργων. Εἰ γέγονεν οἰκία, ἀνάγκη τετμῆσθαι λίθους καὶ γεγονέναι. Τοῦτο διὰ τί; ὅτι ἀνάγκη θεμέλιον γεγονέναι, εἴπερ καὶ οἰκίαν γεγονέναι. Εἰ δὲ θεμέλιον, πρότερον λίθους γεγονέναι ἀνάγκη. Πάλιν εἰ ἔσται οἰκία, ὡσαύτως πρότερον ἔσονται λίθοι. Δείκνυται δὲ διὰ τοῦ μέσου ὁμοίως· ἔσται γὰρ θεμέλιον πρότερον.

Ἐπεὶ δ᾿ ὁρῶμεν ἐν τοῖς γινομένοις κύκλῳ τινὰ γένεσιν οὖσαν, ἐνδέχεται τοῦτο εἶναι, εἴπερ ἕποιντο ἀλλήλοις τὸ μέσον καὶ οἱ ἄκροι· ἐν γὰρ τούτοις τὸ ἀντιστρέφειν ἐστίν. Δέδεικται δὲ τοῦτο ἐν τοῖς πρώτοις, ὅτι ἀντιστρέφει τὰ συμπεράσματα· τὸ δὲ κύκλῳ τοῦτό ἐστιν. Ἐπὶ δὲ τῶν ἔργων φαίνεται ὧδε. Βεβρεγμένης τῆς γῆς ἀνάγκη ἀτμίδα γίνεσθαι, τούτου δὲ γενομένου νέφος, τούτου δὲ γενομένου ὕδωρ· τούτου δὲ γενομένου ἀνάγκη βεβρέχθαι τὴν γῆν· τοῦτο δ᾿ ἦν τὸ ἐξ ἀρχῆς, ὥστε κύκλῳ περιελήλυθεν· ἑνὸς γὰρ αὐτῶν ὁτουοῦν ὄντος ἕτερόν ἐστι, κἀκείνου ἄλλο, καὶ τούτου τὸ πρῶτον.

Ἔστι δ᾿ ἔνια μὲν γινόμενα καθόλου (ἀεί τε γὰρ καὶ ἐπὶ παντὸς οὕτως ἢ ἔχει ἢ γίνεται), τὰ δὲ ἀεὶ μὲν οὔ, ὡς ἐπὶ τὸ πολὺ δέ, οἷον οὐ πᾶς ἄνθρωπος ἄρρην τὸ γένειον τριχοῦται, ἀλλ᾿ ὡς ἐπὶ τὸ πολύ. Τῶν δὴ τοιούτων ἀνάγκη καὶ τὸ μέσον ὡς ἐπὶ τὸ πολὺ εἶναι. Εἰ γὰρ τὸ Α κατὰ τοῦ Β καθόλου κατηγορεῖται, καὶ τοῦτο κατὰ τοῦ Γ καθόλου, ἀνάγκη καὶ τὸ Α κατὰ τοῦ Γ ἀεὶ καὶ ἐπὶ παντὸς κατηγορεῖσθαι· τοῦτο γάρ ἐστι τὸ καθόλου, καὶ ἐπὶ παντὶ καὶ ἀεί. Ἀλλ᾿ ὑπέκειτο ὡς ἐπὶ τὸ πολύ· ἀνάγκη ἄρα καὶ τὸ μέσον ὡς ἐπὶ τὸ πολὺ

Work

Title: Aristotle: Analytica Posteriora
English: Posterior Analytics
Original: Ἀναλυτικὰ ὕστερα

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 1

Pages: 181-257

Publisher: Oxford University Press, Oxford

Download

Arist-Gr_002.xml [263 Kb]