Analytica Priora (Prior Analytics)
Bekker 1837
στρέφειν πρὸς ἄμφω. Εἰ γὰρ τὸ Α κατὰ τοῦ Γ διὰ τοῦ
Β ὑπάρχει, εἰ ἀντιστρέφει καὶ ὑπάρχει, ᾧ τὸ Α, παντὶ τὸ
Γ, καὶ τὸ Β τῷ Α ἀντιστρέφει, καὶ ὑπάρχει, ᾧ τὸ Α, παντὶ
τὸ Β διὰ μέσου τοῦ Γ, καὶ τὸ Γ τῷ Β ἀντιστρέφει διὰ
μέσου τοῦ Α. Καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν ὡσαύτως, οἷον εἰ
τὸ Β τῷ Γ ὑπάρχει, τῷ δὲ Β τὸ Α οὐχ ὑπάρχει, οὐδὲ τὸ Α
τῷ Γ οὐχ ὑπάρξει. Εἰ δὴ τὸ Β τῷ Α ἀντιστρέφει, καὶ τὸ
Γ τῷ Α ἀντιστρέψει. Ἔστω γὰρ τὸ Β μὴ ὑπάρχον τῷ
Α· οὐδ᾿ ἄρα τὸ Γ· παντὶ γὰρ τῷ Γ τὸ Β ὑπῆρχεν. Καὶ εἰ
τῷ Β τὸ Γ ἀντιστρέφει, καὶ τῷ Α ἀντιστρέφει· καθ᾿ οὗ
γὰρ ἅπαντος τὸ Β, καὶ τὸ Γ.᾿ Καὶ εἰ τὸ Γ πρὸς τὸ Α ἀντιστρέφει,
καὶ τὸ Β ἀντιστρέφει πρὸς τὸ Α. Ὧ γὰρ τὸ
Β, τὸ Γ· ᾧ δὲ τὸ Γ, τὸ Α οὐχ ὑπάρχει. Καὶ μόνον τοῦτο
ἀπὸ τοῦ συμπεράσματος ἀρχεται, τὰ δ᾿ ἄλλα οὐχ ὁμοίως
καὶ ἐπὶ τοῦ κατηγορικοῦ συλλογισμοῦ. Πάλιν εἰ τὸ Α καὶ
τὸ Β ἀντιστρέφει, καὶ τὸ Γ καὶ τὸ Δ ὡσαύτως, ἅπαντι δ᾿
ἀνάγκη τὸ Α ἢ τὸ Γ ὑπάρχειν, καὶ τὸ Β καὶ Δ οὕτως ἕξει
ὥστε παντὶ θάτερον ὑπάρχειν. Ἐπεὶ γὰρ ᾧ τὸ Α, τὸ Β,
καὶ ᾧ τὸ Γ, τὸ Δ, παντὶ δὲ τὸ Α ἢ τὸ Γ καὶ οὐχ ἅμα, φανερὸν
ὅτι καὶ τὸ Β ἢ τὸ Δ παντὶ καὶ οὐχ ἅμα. Οἷον εἰ τὸ
ἀγένητον ἄφθαρτον καὶ τὸ ἄφθαρτον ἀγένητον, ἀνάγκη τὸ
γένομενον φθαρτὸν καὶ τὸ φθαρτὸν γεγονέναι· δύο γὰρ συλλογισμοὶ
σύγκεινται. Πάλιν εἰ παντὶ μὲν τὸ Α ἢ τὸ Β καὶ
τὸ Γ ἢ τὸ Δ, ἅμα δὲ μὴ ὑπάρχει, εἰ ἀντιστρέφει τὸ Α καὶ
τὸ Γ, καὶ τὸ Β καὶ τὸ Δ ἀντιστρέφει. Εἰ γὰρ τινὶ μὴ
ὑπάρχει τὸ Β, ᾧ τὸ Δ, δῆλον ὅτι τὸ Α ὑπάρχει. Εἰ δὲ τὸ
Α, καὶ τὸ Γ· ἀντιστρέφει γάρ. Ὥστε ἅμα τὸ Γ καὶ Δ.
Τοῦτο δ᾿ ἀδύνατον. Ὅταν δὲ τὸ Α ὅλῳ τῷ Β καὶ τῷ Γ
ὑπάρχῃ καὶ μηδενὸς ἄλλου κατηγορῆται, ὑπάρχῃ δὲ καὶ τὸ
Β παντὶ τῷ Γ, ἀνάγκη τὸ Α καὶ Β ἀντιστρέφειν· ἐπεὶ γὰρ
κατὰ μόνων τῶν Β Γ λέγεται τὸ Α, κατηγορεῖται δὲ τὸ Β
καὶ αὐτὸ αὑτοῦ καὶ τοῦ Γ, φανερὸν ὅτι καθ᾿ ὧν τὸ Α, καὶ
Work
Title: Analytica Priora
English: Prior Analytics
Original: Ἀναλυτικὰ πρότερα
Domains: Logic
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 1
Pages: 61-181
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_003.xml [424 Kb]