De Sophisticis Elenchis (On Sophistical Refutations)
Bekker 1837
ἔλεγχος συλλογισμὸς ἀντιφάσεως. Εἰ οὖν μή ἐστι συλλογισμὸς τοῦ συμβεβηκότος, οὐ γίνεται ἔλεγχος. Οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδ᾿ εἶναι, τοῦτο δ᾿ ἐστὶ λευκόν, ἀνάγκη λευκὸν εἶναι διὰ τὸν συλλογισμόν. Οὐδ᾿ εἰ τὸ τρίγωνον δυοῖν ὀρθαῖν ἴσας ἔχει, συμβέβηκε δ᾿ αὐτῷ σχήματι εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, ὅτι σχῆμα ἢ ἀρχὴ ἢ πρῶτον τοῦτο. Οὐ γὰρ ᾗ σχῆμα οὐδ᾿ ᾗ πρῶτον, ἀλλ᾿ ᾗ τρίγωνον, ἡ ἀπόδειξις. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. Ὥστ᾿ εἰ ὁ ἔλεγχος συλλογισμός τις, οὐκ ἂν εἴη ὁ κατὰ συμβεβηκὸς ἔλεγχος. Ἀλλὰ παρὰ τοῦτο καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες ὑπὸ τῶν ἀνεπιστημόνων ἐλέγχονται κατὰ συμβεβηκὸς γὰρ ποιοῦνται τοὺς συλλογισμοὺς πρὸς τοὺς εἰδότας. Οἱ δ᾿ οὐ δυνάμενοι διαιρεῖν ἢ ἐρωτώμενοι διδόασιν ἢ οὐ δόντες οἴονται δεδωκέναι.
Οἱ δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατάφασις καὶ ἡ ἀπόφασις. Τοῦ γὰρ πῇ λευκοῦ τὸ πῇ οὐ λευκόν, τοῦ δ᾿ ἁπλῶς λευκοῦ τὸ ἁπλῶς οὐ λευκὸν ἀπόφασις. Εἰ οὖν δόντος πῇ εἶναι λευκὸν ὡς ἁπλῶς εἰρημένου λαμβάνει, οὐ ποιεῖ ἔλεγχον, φαίνεται δὲ διὰ τὴν ἄγνοιαν τοῦ τί ἐστιν ἔλεγχος.
Φανερώτατοι δὲ πάντων οἱ πρότερον λεχθέντες παρὰ τὸν τοῦ ἐλέγχου διορισμόν· διὸ καὶ προσηγορεύθησαν οὕτως· παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν ἡ φαντασία γίνεται, καὶ διαιρουμένοις οὕτως κοινὸν ἐπὶ πᾶσι τούτοις θετέον τὴν τοῦ λόγου ἔλλειψιν.
Οἵ τε παρὰ τὸ λαμβάνειν τὸ ἐν ἀρχῇ καὶ τὸ ἀναίτιον ὡς αἴτιον τιθέναι δῆλοι διὰ τοῦ ὁρισμοῦ. Δεῖ γὰρ τὸ συμπέρασμα τῷ ταῦτ᾿ εἶναι αἴτια τοῦ συμβαίνειν, ὅπερ οὐκ ἦν ἐν τοῖς ἀναιτίοις· καὶ πάλιν μὴ ἀριθμουμένου τοῦ ἐξ ἀρχῆς, ὅπερ οὐκ ἔχουσιν οἱ παρὰ τὴν αἴτησιν τοῦ ἐν ἀρχῇ.
Οἱ δὲ παρὰ τὸ ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος·
Work
Title: De Sophisticis Elenchis
English: On Sophistical Refutations
Original: Περὶ σοφιστικῶν ἐλέγχων
Domains: Logic
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 1
Pages: 423-472
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_018.xml [174 Kb]