De Sophisticis Elenchis (On Sophistical Refutations)
Bekker 1837
ἐκ γὰρ τῶν αὐτῶν τῇ διαλεκτικῇ παραλογίζεται
καὶ ὁ ψευδογράφος τὸν γεωμέτρην. Ἀλλ᾿ ὁ μὲν οὐκ ἐριστικός,
ὅτι ἐκ τῶν ἀρχῶν καὶ συμπερασμάτων τῶν ὑπὸ τὴν
τέχνην ψευδογραφεῖ· ὁ δ᾿ ὑπὸ τὴν διαλεκτικὴν περὶ μὲν
τἆλλα ὅτι ἐριστικός ἐσται δῆλον. Οἷον ὁ τετραγωνισμὸς
ὁ μὲν διὰ τῶν μηνίσκων οὐκ ἐριστικός, ὁ δὲ Βρύσωνος ἐριστικός·
καὶ τὸν μὲν οὐκ ἔστι μετενεγκεῖν ἀλλ᾿ ἢ πρὸς γεωμετρίαν
μόνον διὰ τὸ ἐκ τῶν ἰδίων εἶναι ἀρχῶν, τὸν δὲ πρὸς πολλούς,
ὅσοι μὴ ἴσασι τὸ δυνατὸν ἐκ ἑκάστῳ καὶ τὸ ἀδύνατον· ἁρμόσει
γάρ. Ἢ ὡς Ἀντιφῶν ἐτετραγώνιζεν. Ἢ εἴ τις μὴ
φαίη βέλτιον εἶναι ἀπὸ δείπνου περιπατεῖν διὰ τὸν Ζήνωνος
λόγον, οὐκ ἰατρικός· κοινὸς γάρ. Εἰ μὲν οὖν πάντῃ ὁμοίως
εἶχεν ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικὸν τῷ ψευδογράφῳ πρὸς
τὸν γεωμέτρην, οὐκ ἂν ἦν περὶ ἐκείνων ἐριστικός. Νῦν δ᾿ οὐκ
ἔστιν ὁ διαλεκτικὸς περὶ γένος τι ὡρισμένον, οὐδὲ δεικτικὸς
οὐδενός, οὐδὲ τοιοῦτος οἷος ὁ καθόλου. Οὔτε γάρ ἐστιν
ἅπαντα ἐν ἑνί τινι γένει, οὔτε εἰ εἴη, οἷόν τε ὑπὸ τὰς αὐτὰς
ἀρχὰς εἶναι τὰ ὄντα. Ὥστ᾿ οὐδεμία τέχνη τῶν δεικνυουσῶν
τινὰ φύσιν ἐρωτητική ἐστιν· οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν
τῶν μορίων δοῦναι· συλλογισμὸς γὰρ οὐ γίνεται ἐξ ἀμφοῖον.
Ἡ δὲ διαλεκτικὴ ἐρωτητική ἐστιν. Εἰ δ᾿ ἐδείκνυεν, εἰ καὶ μὴ
πάντα, ἀλλὰ τά γε πρῶτα καὶ τὰς οἰκείας ἀρχὰς οὐκ ἂν
ἠρώτα. Μὴ διδόντας γὰρ οὐκ ἂν ἔτι εἶχεν ἐξ ὧν ἔτι διαλέξεται
πρὸς τὴν ἔνστασιν. Ἡ δ᾿ αὐτὴν καὶ πειραστική. Οὐδὲ
γὰρ ἡ πειραστικὴ τοιαύτη ἐστὶν οἵα ἡ γεωμετρία, ἀλλ᾿ ἣν
ἂν ἔχοι καὶ μὴ εἰδώς τις. Ἔξεστι γὰρ πεῖραν λαβεῖν καὶ
τὸν μὴ εἰδότα τὸ πρᾶγμα τοῦ μὴ εἰδότος, εἴπερ καὶ δίδωσιν
οὐκ ἐξ ὧν οἶδεν οὐδ᾿ ἐκ τῶν ἰδίων, ἀλλ᾿ ἐκ τῶν ἑπομένων, ὅσα
τοιαῦτά ἐστιν ἃ εἰδότα μὲν οὐδὲν κωλύει μὴ εἰδέναι τὴν
τέχνην, μὴ εἰδότα δ᾿ ἀνάγκη ἀγνοεῖν. Ὥστε φανερὸν ὅτι
οὐδενὸς ὡρισμένου ἡ πειραστικὴ ἐπιστήμη ἐστίν. Διὸ καὶ
Work
Title: De Sophisticis Elenchis
English: On Sophistical Refutations
Original: Περὶ σοφιστικῶν ἐλέγχων
Domains: Logic
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 1
Pages: 423-472
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_018.xml [174 Kb]