De Sophisticis Elenchis (On Sophistical Refutations)
Bekker 1837
Ἆρ᾿ ἡ ὑγίεια ἢ ὁ πλοῦτος ἀγαθόν; Ἀλλὰ τῷ
ἄφρονι καὶ μὴ ὀρθῶς χρωμένῳ οὐκ ἀγαθόν· ἀγαθὸν ἄρα καὶ
οὐκ ἀγαθόν. Ἆρα τὸ ὑγιαίνειν ἢ δύνασθαι ἐν πόλει ἀγαθόν;
Ἀλλ᾿ ἔστιν ὅτε οὐ βέλτιον· ταὐτὸν ἄρα τῷ αὐτῷ
ἀγαθὸν καὶ οὐκ ἀγαθόν. Ἢ οὐδὲν κωλύει ἁπλῶς ὂν ἀγαθὸν
τῷδε μὴ εἶναι ἀγαθόν, ἢ τῷδε μὲν ἀγαθόν, ἀλλ᾿ οὐ νῦν ἢ οὐκ
ἐνταῦθ᾿ ἀγαθόν. Ἆρ᾿ ὃ μὴ βούλοιτ᾿ ἂν ὁ φρόνιμος, κακόν;
Ἀποβαλεῖν δ᾿ οὐ βούλεται τἀγαθόν· κακὸν ἄρα τἀγαθόν. Οὐ
γὰρ ταὐτὸν εἰπεῖν τἀγαθὸν εἶναι κακὸν καὶ τὸ ἀποβαλεῖν
τἀγαθόν. Ὁμοίως δὲ καὶ ὁ τοῦ κλέπτου λόγος. Οὐ γὰρ
εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστὶ κακόν· οὔκουν
τὸ κακὸν βούλεται, ἀλλὰ τἀγαθόν· τὸ γὰρ λαβεῖν ἀγαθὸν
ἀγαθόν. Καὶ ἡ νόσος κακόν ἐστιν, ἀλλ᾿ οὐ τὸ ἀποβαλεῖν
νόσον. Ἆρα τὸ δίκαιον τοῦ ἀδίκου καὶ τὸ δικαίως τοῦ
ἀδίκως αἱρετώτερον; Ἀλλ᾿ ἀποθανεῖν ἀδίκως αἱρετώτερον.
Ἆρα δίκαιόν ἐστιν τὰ αὑτοῦ ἔχειν ἕκαστον; Ἃ δ᾿ ἄν τις
κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἂν ᾖ ψευδῆ, κύριά ἐστιν ἐκ τοῦ
νόμου· τὸ αὐτὸ ἄρα δίκαιον καὶ οὐ δίκαιον. Καὶ πότερα
δεῖ κρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ τὸν τὰ ἄδικα; Ἀλλὰ
μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ
ἔπαθεν· ταῦτα δ᾿ ἦν ἄδικα. Οὐ γὰρ εἰ παθεῖν τι ἀδίκως
αἱρετόν, τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως· ἀλλ᾿ ἁπλῶς
μὲν τὸ δικαίως, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδίκως ἢ δικαίως.
Καὶ τὸ ἔχειν τὰ αὑτοῦ δίκαιον, τὸ δὲ τἀλλότρια οὐ δίκαιον·
κρίσιν μέντοι ταύτην δικαίαν εἶναι οὐδὲν κωλύει, οἷον ἂν ᾖ
κατὰ δόξαν τοῦ κρίναντος· οὐ γὰρ εἰ δίκαιον τοδὶ ἢ ὡδί, καὶ
ἁπλῶς δίκαιον. Ὁμοίως δὲ καὶ ἄδικα ὄντα οὐδὲν κωλύει λέγειν
γε αὐτὰ δίκαιον εἶναι· οὐ γὰρ εἰ λέγειν δίκαιον, ἀνάγκη
δίκαια εἶναι, ὥσπερ οὐδ᾿ εἰ ὠφέλιμον λέγειν, ὠφέλιμα. Ὁμοίως
δὲ καὶ ἐπὶ τῶν δικαίων. Ὤστ᾿ οὐκ εἰ τὰ λεγόμενα ἄδικα,
ὁ λέγων ἄδικα νικᾷ· λέγει γὰρ ἃ λέγειν ἐστὶ δίκαια,
ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα.
Work
Title: De Sophisticis Elenchis
English: On Sophistical Refutations
Original: Περὶ σοφιστικῶν ἐλέγχων
Domains: Logic
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 1
Pages: 423-472
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_018.xml [174 Kb]