De Sophisticis Elenchis (On Sophistical Refutations)
Bekker 1837
ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις μὴ ταὐτὸ
δηλώσαιμεν. Εἰσὶ δὲ παρὰ μὲν τὴν ὁμωνυμίαν οἱ τοιοίδε
τῶν λόγων, οἷον ὅτι μανθάνουσιν οἱ ἐπιστάμενοι· τὰ γὰρ
ἀποστοματιζόμενα μανθάνουσιν οἱ γραμματικοί. Τὸ γὰρ
μανθάνειν ὁμώνυμον, τό τε ξυνιέναι χρώμενον τῇ ἐπιστήμῃ
καὶ τὸ λαμβάνειν ἐπιστήμην. Καὶ πάλιν ὅτι τὰ κακὰ ἀγαθά·
τὰ γὰρ δέοντα ἀγαθά, τὰ δὲ κακὰ δέοντα. Διττὸν γὰρ τὸ
δέον, τό τ᾿ ἀναγκαῖον, ὃ συμβαίνει πολλάκις καὶ ἐπὶ τῶν
κακῶν (ἔστι γὰρ κακόν τι ἀναγκαῖον), καὶ τἀγαθὰ δὲ δέοντά
φαμεν εἶναι. Ἔτι τὸν αὐτὸν καθῆσθαι καὶ ἑστάναι, καὶ
κάμνειν καὶ ὑγιαίνειν. Ὅσπερ γὰρ ἀνίστατο, ἕστηκεν, καὶ
ὅσπερ ὑγιάζετο, ὑγιαίνει· ἀνίστατο δ᾿ ὁ καθήμενος καὶ ὑγιάζετο
ὁ κάμνων. Τὸ γὰρ τὸν κάμνοντα ὁτιοῦν ποιεῖν ἢ πάσχειν
οὐχ ἓν σημαίνει, ἀλλ᾿ ὁτὲ μὲν ὅτι ὁ νῦν κάμνων ἢ
καθήμενος, ὁτὲ δ᾿ ὃς ἔκαμνε πρότερον. Πλὴν ὑγιάζετο μὲν
καὶ κάμνων καὶ ὁ κάμνων· ὑγιαίνει δ᾿ οὐ κάμνων, ἀλλ᾿ ὁ
κάμνων, οὐ νῦν, ἀλλ᾿ ὁ πρότερον. Παρὰ δὲ τὴν ἀμφιβολίαν
οἱ τοιοίδε, τὸ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους.
Καὶ ἆρ᾿ ὅ τις γινώσκει, τοῦτο γινώσκει; καὶ γὰρ τὸν
γινώσκοντα καὶ τὸ γινωσκόμενον ἐνδέχεται ὡς γινώσκοντα
σημῆναι τούτῳ τῷ λόγῳ. Καὶ ἆρα ὃ ὁρᾷ τις, τοῦτο
ὁρᾷ; ὁρᾷ δὲ τὸν κίονα, ὥστε ὁρᾷ ὁ κίων. Καὶ ἆρα ὃ σὺ
φῂς εἶναι, τοῦτο σὺ φῂς εἶναι; φῂς δὲ λίθον εἶναι, σὺ ἄρα
φῂς λίθος εἶναι. Καὶ ἆρ᾿ ἔστι σιγῶντα λέγειν; διττὸν
γὰρ καὶ τὸ σιγῶντα λέγειν, τό τε τὸν λέγοντα σιγᾶν
καὶ τὸ τὰ λεγόμενα. Εἰσὶ δὲ τρεῖς τρόποι τῶν παρὰ τὴν
ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν, εἷς μὲν ὅταν ἢ ὁ λόγος ἢ
τοὔνομα κυρίως σημαίνῃ πλείω, οἷον ἀετὸς καὶ κύων· εἷς δὲ
ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν· τρίτος δὲ ὅταν τὸ συντεθὲν
πλείω σημαίνῃ, κεχωρισμένον δὲ ἁπλῶς, οἷον τὸ
Work
Title: De Sophisticis Elenchis
English: On Sophistical Refutations
Original: Περὶ σοφιστικῶν ἐλέγχων
Domains: Logic
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bekker, Immanuel
Title: Aristotelis Opera
Published: 1837
Series: Aristotelis Opera
Volume: 1
Pages: 423-472
Publisher: Oxford University Press, Oxford
Download
Arist-Gr_018.xml [174 Kb]