Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Sophisticis Elenchis (On Sophistical Refutations)

Bekker 1837

Ἀλλ᾿ ἀξιοῦνταί πως ἐν τοῖς διαλεγομένοις διὰ τὸ λανθάνειν τὸ συμβαῖνον.

Ὥσπερ οὖν εἴπομεν, ἐπειδήπερ οὐδ᾿ ἔλεγχοί τινες ὄντες δοκοῦσιν εἶναι, κατὰ τὸν αὐτὸν τρόπον καὶ λύσεις δόξουσιν εἶναί τινες οὐκ οὖσαι λύσεις· ἃς δή φαμεν ἐνίοτε μᾶλλον δεῖν φέρειν ἢ τὰς ἀληθεῖς ἐν τοῖς ἀγωνιστικοῖς λόγοις καὶ τῇ πρὸς τὸ διττὸν ἀπαντήσει. Ἀποκριτέον δ᾿ ἐπὶ μὲν τῶν δοκούντων τὸ ἔστω λέγοντα· καὶ γὰρ οὕτως ἥκιστα γίνοιτ᾿ ἂν παρεξέλεγχος· ἂν δέ τι παράδοξον ἀναγκάζηται λέγειν, ἐνταῦθα μάλιστα προσθετέον τὸ δοκεῖν· οὕτω γὰρ ἂν οὔτ᾿ ἔλεγχος οὔτε παράδοξον γίνεσθαι δόξειεν. Ἐπεὶ δὲ πῶς αἰτεῖται τὸ ἐν ἀρχῇ δῆλον, οἴονται δὲ πάντες, ἂν ᾖ σύνεγγυς, ἀναιρετέον καὶ μὴ συγχωρητέον εἶναι ἔνια ὡς τὸ ἐν ἀρχῇ αἰτοῦντος, ὅταν τε τοιοῦτον ἀξιοῖ τις ὃ ἀναγκαῖον μὲν συμβαίνειν ἐκ τῆς θέσεως, ᾖ δὲ ψεῦδος ἢ ἄδοξον, ταὐτὸ λεκτέον· τὰ γὰρ ἐξ ἀνάγκης συμβαίνοντα τῆς αὐτῆς εἶναι δοκεῖ θέσεως. Ἔτι ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθῇ ἀλλὰ παραβολῇ, λεκτέον ὅτι οὐχ ὡς ἐδόθη οὐδ᾿ ὡς προὔτεινε λαμβάνει· καὶ γὰρ παρὰ τοῦτο γίνεται πολλάκις ἔλεγχος.

Ἐξειργόμενον δὲ τούτων ἐπὶ τὸ μὴ καλῶς δεδεῖχθαι πορευτέον, ἀπαντῶντα κατὰ τὸν εἰρημένον διορισμόν.

Ἐν μὲν οὖν τοῖς κυρίως λεγομένοις ὀνόμασιν ἀνάγκη ἀποκρίνεσθαι ἢ ἁπλῶς ἢ διαιρούμενον. Ἃ δὲ συνυπονοοῦντες τίθεμεν, οἷον ὅσα μὴ σαφῶς ἀλλὰ κολοβῶς ἐρωτᾶται, παρὰ τοῦτο συμβαίνει ὁ ἔλεγχος, οἷον ἆρ᾿ ὃ ἂν ᾖ Ἀθηναίων, κτῆμά ἐστιν Ἀθηναίων; Ναί. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. Ἀλλὰ μὴν ὁ ἄνθρωπός ἐστι τῶν ζῴων; Ναί. Κτῆμα ἄρα ὁ ἄνθρωπος τῶν ζῴων. Τὸν γὰρ ἄνθρωπον τῶν ζῴων λέγομεν, ὅτι ζῷόν ἐστι, καὶ Λύσανδρον τῶν Λακώνων, ὅτι Λάκων. Δῆλον οὖν ὡς ἐν οἷς ἀσαφὲς τὸ προτεινόμενον οὐ συγχωρητέον ἁπλῶς.

Work

Title: Aristotle: De Sophisticis Elenchis
English: On Sophistical Refutations
Original: Περὶ σοφιστικῶν ἐλέγχων

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 1

Pages: 423-472

Publisher: Oxford University Press, Oxford

Download

Arist-Gr_018.xml [174 Kb]