Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Sophisticis Elenchis (On Sophistical Refutations)

Bekker 1837

Ἆρ᾿ ἡ ὑγίεια ἢ ὁ πλοῦτος ἀγαθόν; Ἀλλὰ τῷ ἄφρονι καὶ μὴ ὀρθῶς χρωμένῳ οὐκ ἀγαθόν· ἀγαθὸν ἄρα καὶ οὐκ ἀγαθόν. Ἆρα τὸ ὑγιαίνειν ἢ δύνασθαι ἐν πόλει ἀγαθόν; Ἀλλ᾿ ἔστιν ὅτε οὐ βέλτιον· ταὐτὸν ἄρα τῷ αὐτῷ ἀγαθὸν καὶ οὐκ ἀγαθόν. Ἢ οὐδὲν κωλύει ἁπλῶς ὂν ἀγαθὸν τῷδε μὴ εἶναι ἀγαθόν, ἢ τῷδε μὲν ἀγαθόν, ἀλλ᾿ οὐ νῦν ἢ οὐκ ἐνταῦθ᾿ ἀγαθόν. Ἆρ᾿ ὃ μὴ βούλοιτ᾿ ἂν ὁ φρόνιμος, κακόν; Ἀποβαλεῖν δ᾿ οὐ βούλεται τἀγαθόν· κακὸν ἄρα τἀγαθόν. Οὐ γὰρ ταὐτὸν εἰπεῖν τἀγαθὸν εἶναι κακὸν καὶ τὸ ἀποβαλεῖν τἀγαθόν. Ὁμοίως δὲ καὶ ὁ τοῦ κλέπτου λόγος. Οὐ γὰρ εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστὶ κακόν· οὔκουν τὸ κακὸν βούλεται, ἀλλὰ τἀγαθόν· τὸ γὰρ λαβεῖν ἀγαθὸν ἀγαθόν. Καὶ ἡ νόσος κακόν ἐστιν, ἀλλ᾿ οὐ τὸ ἀποβαλεῖν νόσον. Ἆρα τὸ δίκαιον τοῦ ἀδίκου καὶ τὸ δικαίως τοῦ ἀδίκως αἱρετώτερον; Ἀλλ᾿ ἀποθανεῖν ἀδίκως αἱρετώτερον. Ἆρα δίκαιόν ἐστιν τὰ αὑτοῦ ἔχειν ἕκαστον; Ἃ δ᾿ ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἂν ᾖ ψευδῆ, κύριά ἐστιν ἐκ τοῦ νόμου· τὸ αὐτὸ ἄρα δίκαιον καὶ οὐ δίκαιον. Καὶ πότερα δεῖ κρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ τὸν τὰ ἄδικα; Ἀλλὰ μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ ἔπαθεν· ταῦτα δ᾿ ἦν ἄδικα. Οὐ γὰρ εἰ παθεῖν τι ἀδίκως αἱρετόν, τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως· ἀλλ᾿ ἁπλῶς μὲν τὸ δικαίως, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδίκως ἢ δικαίως. Καὶ τὸ ἔχειν τὰ αὑτοῦ δίκαιον, τὸ δὲ τἀλλότρια οὐ δίκαιον· κρίσιν μέντοι ταύτην δικαίαν εἶναι οὐδὲν κωλύει, οἷον ἂν ᾖ κατὰ δόξαν τοῦ κρίναντος· οὐ γὰρ εἰ δίκαιον τοδὶ ἢ ὡδί, καὶ ἁπλῶς δίκαιον. Ὁμοίως δὲ καὶ ἄδικα ὄντα οὐδὲν κωλύει λέγειν γε αὐτὰ δίκαιον εἶναι· οὐ γὰρ εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι, ὥσπερ οὐδ᾿ εἰ ὠφέλιμον λέγειν, ὠφέλιμα. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων. Ὤστ᾿ οὐκ εἰ τὰ λεγόμενα ἄδικα, ὁ λέγων ἄδικα νικᾷ· λέγει γὰρ ἃ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα.

Work

Title: Aristotle: De Sophisticis Elenchis
English: On Sophistical Refutations
Original: Περὶ σοφιστικῶν ἐλέγχων

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 1

Pages: 423-472

Publisher: Oxford University Press, Oxford

Download

Arist-Gr_018.xml [174 Kb]