Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Sophisticis Elenchis (On Sophistical Refutations)

Bekker 1837

Τοῖς δὲ παρὰ τὸν ὁρισμὸν γινομένοις τοῦ ἐλέγχου, καθάπερ ὑπεγράφη πρότερον, ἀπαντητέον σκοποῦσι τὸ συμπέρασμα πρὸς τὴν ἀντίφασιν, ὅπως ἔσται τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. Ἐὰν δ᾿ ἐν ἀρχῇ προσέρηται, οὐχ ὁμολογητέον ὡς ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ διπλάσιον, ἀλλὰ φατέον, μὴ μέντοι ὡδί, ὥς ποτ᾿ ἦν τὸ ἐλέγχεσθαι διωμολογημένον. Εἰσὶ δὲ πάντες οἵδ᾿ οἱ λόγοι παρὰ τὸ τοιοῦτο. Ἆρ᾿ ὁ εἰδὼς ἕκαστον ὅτι ἕκαστον, οἶδε τὸ πρᾶγμα; Καὶ ὁ ἀγνοῶν ὡσαύτως; Εἰδὼς δέ τις τὸν Κορίσκον ὅτι Κορίσκος, ἀγνοοίη ἂν ὅτι μουσικός, ὥστε ταὐτὸ ἐπίσταται καὶ ἀγνοεῖ. Ἆρα τὸ τετράπηχυ τοῦ τριπήχεος μεῖζον; Γένοιτο δ᾿ ἂν ἐκ τριπήχους τετράπηχυ κατὰ τὸ μῆκος· τὸ δὲ μεῖζον ἐλάττονος μεῖζον· αὐτὸ ἄρα αὑτοῦ μεῖζον καὶ ἔλαττον.

Τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ πυνθανομένῳ μέν, ἂν ᾖ δῆλον, οὐ δοτέον, οὐδ᾿ ἂν ἔνδοξον ᾖ, λέγοντα τἀληθές. Ἂν δὲ λάθῃ, τὴν ἄγνοιαν διὰ τὴν μοχθηρίαν τῶν τοιούτων λόγων εἰς τὸν ἐρωτῶντα μεταστρεπτέον ὡς οὐ διειλεγμένον· ὁ γὰρ ἔλεγχος ἄνευ τοῦ ἐξ ἀρχῆς. Εἶθ᾿ ὅτι ἐδόθη οὐχ ὡς τούτῳ χρησομένου, ἀλλ᾿ ὡς πρὸς τοῦτο συλλογιουμένου τοὐναντίον, ἢ ἐπὶ τῶν παρεξελέγχων.

Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ᾿ αὐτοῦ τοῦ λόγου δεικτέον. Ἔστι δὲ διττὴ ἡ τῶν ἑπομένων ἀκολούθησις. Ἢ γὰρ ὡς τῷ ἐν μέρει τὸ καθόλου, οἷον ἀνθρώπῳ ζῷον· ἀξιοῦται γάρ, εἰ τόδε μετὰ τοῦδε, καὶ τόδ᾿ εἶναι μετὰ τοῦδε. Ἢ κατὰ τὰς ἀντιθέσεις· εἰ γὰρ τόδε τῷδε ἀκολουθεῖ, τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον. Παρ᾿ ὃ καὶ ὁ τοῦ Μελίσσου λόγος· εἰ γὰρ τὸ γεγονὸς ἔχει ἀρχήν, τὸ ἀγένητον ἀξιοῖ μὴ ἔχειν, ὥστ᾿ εἰ ἀγένητος ὁ οὐρανός, καὶ ἄπειρος. Τὸ δ᾿ οὐκ ἔστιν· ἀνάπαλιν γὰρ ἡ ἀκολούθησις.

Ὅσοι τε παρὰ τὸ προστιθέναι τι συλλογίζονται, σκοπεῖν

Work

Title: Aristotle: De Sophisticis Elenchis
English: On Sophistical Refutations
Original: Περὶ σοφιστικῶν ἐλέγχων

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 1

Pages: 423-472

Publisher: Oxford University Press, Oxford

Download

Arist-Gr_018.xml [174 Kb]