Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Sophisticis Elenchis (On Sophistical Refutations)

Bekker 1837

ὡς οὐ δοτέον τῶν πρός τι λεγομένων σημαίνειν τι χωριζομένας καθ᾿ αὑτὰς τὰς κατηγορίας, οἷον διπλάσιον ἄνευ τοῦ διπλάσιον ἡμίσεος, ὅτι ἐμφαίνεται. Καὶ γὰρ τὰ δέκα ἐν τοῖς ἑνὸς δέουσι δέκα καὶ τὸ ποιῆσαι ἐν τῷ μὴ ποιῆσαι, καὶ ὅλως ἐν τῇ ἀποφάσει ἡ φάσις· ἀλλ᾿ ὅμως οὐκ εἴ τις λέγοι τοδὶ μὴ εἶναι λευκόν, λέγει αὐτὸ λευκὸν εἶναι. Τὸ δὲ διπλάσιον οὐδὲ σημαίνει οὐδὲν ἴσως, ὥσπερ οὐδὲ τὸ ἐν τῷ ἡμίσει· εἰ δ᾿ ἄρα καὶ σημαίνει, ἀλλ᾿ οὐ ταὐτὸ καὶ συνῃρημένον. Οὐδ᾿ ἡ ἐπιστήμη ἐν τῷ εἴδει, οἷον εἰ ἔστιν ἡ ἰατρικὴ ἐπιστήμη, ὅπερ τὸ κοινόν· ἐκεῖνο δ᾿ ἦν ἐπιστήμη ἐπιστητοῦ. Ἐν δὲ τοῖς δι᾿ ὧν δηλοῦται κατηγορουμένοις τοῦτο λεκτέον, ὡς οὐ τὸ αὐτὸ χωρὶς καὶ ἐν τῷ λόγῳ τὸ δηλούμενον. Τὸ γὰρ κοῖλον κοινῇ μὲν τὸ αὐτὸ δηλοῖ ἐπὶ τοῦ σιμοῦ καὶ τοῦ ῥοικοῦ, προστιθέμενον δὲ οὐδὲν κωλύει, ἀλλὰ τὸ μὲν τῇ ῥινὶ τὸ δὲ τῷ σκέλει συμβαίνει· ἔνθα μὲν γὰρ τὸ σιμόν, ἔνθα δὲ τὸ ῥαιβὸν σημαίνει· καὶ οὐδὲν διαφέρει εἰπεῖν ῥὶς σιμὴ ἢ ῥὶς κοίλη. Ἔτι οὐ δοτέον τὴν λέξιν κατ᾿ εὐθύ· ψεῦδος γάρ ἐστιν. Οὐ γάρ ἐστι τὸ σιμὸν ῥὶς κοίλη ἀλλὰ ῥινὸς τοδί, οἷον πάθος, ὥστ᾿ οὐδὲν ἄτοπον, εἰ ἡ ῥὶς ἡ σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός.

Περὶ δὲ τῶν σολοικισμῶν παρ᾿ ὅ τι μὲν φαίνονται συμβαίνειν, εἴπομεν πρότερον, ὡς δὲ λυτέον, ἐπ᾿ αὐτῶν τῶν λόγων ἔσται φανερόν. Ἅπαντες γὰρ οἱ τοιοίδε τοῦτο βούλονται κατασκευάζειν. Ἆρ᾿ ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο ἀληθῶς; Φῇς δ᾿ εἶναί τι λίθον· ἔστιν ἄρα τι λίθον. Ἢ τὸ λέγειν λίθον οὐκ ἔστι λέγειν ὃ ἀλλ᾿ ὅν, οὐδὲ τοῦτο ἀλλὰ τοῦτον· εἰ οὖν ἔροιτό τις, ἆρ᾿ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον, οὐκ ἂν δοκοίη ἑλληνίζειν, ὥσπερ οὐδ᾿ εἰ ἔροιτο, ἆρ᾿ ἣν λέγεις εἶναι, ἔστιν οὗτος; Ξύλον δ᾿ εἶπεν οὗτος, ἢ ὅσα μήτε θῆλυ μήτ᾿ ἄρρεν σημαίνει, οὐδὲν διαφέρει. Διὸ καὶ οὐ γίνεται σολοικισμός, εἰ ὃ λέγεις εἶναι, ἔστι τοῦτο; ξύλον δὲ λέγεις εἶναι· ἔστιν ἄρα ξύλον. Ὁ δὲ λίθος καὶ τὸ οὗτος

Work

Title: Aristotle: De Sophisticis Elenchis
English: On Sophistical Refutations
Original: Περὶ σοφιστικῶν ἐλέγχων

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 1

Pages: 423-472

Publisher: Oxford University Press, Oxford

Download

Arist-Gr_018.xml [174 Kb]