Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Sophisticis Elenchis (On Sophistical Refutations)

Bekker 1837

ἄρρενος ἔχει κλῆσιν. Εἰ δή τις ἔροιτο, ἆρ᾿ οὗτός ἐστιν αὕτη; εἶτα πάλιν, τί δ᾿; οὐχ οὗτός ἐστι Κορίσκος; εἶτ᾿ εἴπειεν, ἔστιν ἄρα οὗτος αὕτη, οὐ συλλελόγισται τὸν σολοικισμόν, οὐδ᾿ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη, μὴ δίδωσι δὲ ἀποκρινόμενος, ἀλλὰ δεῖ τοῦτο προσερωτηθῆναι. Εἰ δὲ μήτ᾿ ἔστιν μήτε δίδωσιν, οὐ συλλελόγισται οὔτε τῷ ὄντι οὔτε πρὸς τὸν ἠρωτημένον. Ὁμοίως οὖν δεῖ κἀκεῖ τὸν λίθον σημαίνειν οὗτος. Εἰ δὲ μήτε ἔστι μήτε δίδοται, οὐ λεκτέον τὸ συμπέρασμα· φαίνεται δὲ παρὰ τὸ τὴν ἀνόμοιον πτῶσιν τοῦ ὀνόματος ὁμοίαν φαίνεσθαι. Ἆρ᾿ ἀληθές ἐστιν εἰπεῖν ὅτι ἔστιν αὕτη, ὅπερ εἶναι φῂς αὐτήν; εἶναι δὲ φῂς ἀσπίδα· ἔστιν ἄρα αὕτη ἀσπίδα. Ἢ οὐκ ἀνάγκη, εἰ μὴ τὸ αὕτη ἀσπίδα σημαίνει ἀλλ᾿ ἀσπίς, τὸ δ᾿ ἀσπίδα ταύτην. Οὐδ᾿ εἰ ὃ φῂς εἶναι τοῦτον, ἐστὶν οὗτος, φῂς δ᾿ εἶναι Κλέωνα, ἔστιν ἄρα οὗτος Κλέωνα· οὐ γὰρ ἔστιν οὗτος Κλέωνα· εἴρηται γὰρ ὅτι ὅ φημι εἶναι τοῦτον, ἔστιν οὗτος, οὐ τοῦτον· οὐδὲ γὰρ ἂν ἑλληνίζοι οὕτως τὸ ἐρώτημα λεχθέν. Ἆρ᾿ ἐπίστασαι τοῦτο; τοῦτο δ᾿ ἐστὶ λίθος· ἐπίστασαι ἄρα λίθος. Ἢ οὐ ταὐτὸ σημαίνει τὸ τοῦτο ἐν τῷ ἆρ᾿ ἐπίστασαι τοῦτο καὶ ἐν τῷ τοῦτο δὲ λίθος, ἀλλ᾿ ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ ὑστέρῳ οὗτος. Ἆρ᾿ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι τοῦτο; ἐπιστήμην δ᾿ ἔχεις λίθου· ἐπίστασαι ἄρα λίθου. Ἢ τὸ μὲν τούτου λίθου λέγεις, τὸ δὲ τοῦτον λίθον· ἐδόθη δ᾿, οὗ ἐπιστήμην ἔχεις, ἐπίστασθαι, οὐ τούτου, ἀλλὰ τοῦτο, ὥστ᾿ οὐ λίθου ἀλλὰ τὸν λίθον.

Οτι μὲν οὖν οἱ τοιοῦτοι τῶν λόγων οὐ συλλογίζονται σολοικισμὸν ἀλλὰ φαίνονται, καὶ διὰ τί τε φαίνονται καὶ πῶς ἀπαντητέον πρὸς αὐτούς, φανερὸν ἐκ τῶν εἰρημένων.

Δεῖ δὲ καὶ κατανοεῖν ὅτι πάντων τῶν λόγων οἱ μέν εἰσι ῥᾴους κατιδεῖν οἱ δὲ χαλεπώτεροι, παρὰ τί καὶ ἐν τίνι παραλογίζονται τὸν ἀκούοντα, πολλάκις οἱ αὐτοὶ ἐκείνοις ὄντες.

Work

Title: Aristotle: De Sophisticis Elenchis
English: On Sophistical Refutations
Original: Περὶ σοφιστικῶν ἐλέγχων

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bekker, Immanuel

Title: Aristotelis Opera

Published: 1837

Series: Aristotelis Opera

Volume: 1

Pages: 423-472

Publisher: Oxford University Press, Oxford

Download

Arist-Gr_018.xml [174 Kb]