Digital Corpus for Graeco-Arabic Studies

Alexander of Aphrodisias: Quaestio I 2: De Colore (Problems and Solutions I 2: On Colour)

Bruns 1892

ἐναντίων χρωμάτων ἀλλήλοις καὶ τῶν τούτοις μεταξύ. καὶ ἐν παντὶ σώματι χρῶμα ἔχοντι ἢ ὄντι χρώματος δεκτικῷ ἐστι μεμιγμένη καὶ ἡ τοῦ διαφανοῦς φύσις. ἐν οἷς μὲν οὗν σώμασιν, οὖσι διαφανέσιν ἔχουσί τι διαφανὲς ἐν αὑτοῖς, τὸ πέρας φανερόν ἐστι καὶ ὡρισμένον (ἔστι δὲ ἐν τοῖς στερεοῖς τοῦτο), ἔστιν ἐν τούτοις καὶ χρῶμα φανερόν τε καὶ οἰκεῖον, καὶ ἔστιν ἐν μόνοις τούτοις κυρίως λεγόμενον χρῶμα, καὶ μᾶλλον ἐν οἶς τὸ μᾶλλον. τὸ δὲ ἀόριστον διαφανὲς οὐδὲν μὲν οἰκεῖον οὐδ᾿ ὡρισμένον ἔχει χρῶμα τῷ διὰ μανότητα μηδὲν κατέχειν τε καὶ στέγειν δύνασθαι, τῷ δ᾿ ἀλλοτρίων χρωμάτων γίνεσθαι δεκτικόν τε καὶ διάκονον οὐδὲν αὐτῶν παθητικῶς ἀναλαμβάνει, κινούμενον δ᾿ ὑπ᾿ αὐτῶν κατὰ τὴν παρουσίαν τε καὶ ποιὰν σχέσιν πρὸς ταῦτα τῶν ἐχόντων χρῶμα οἰκεῖον σωμάτων, ἔστ᾿ ἂν ᾖ ὁρᾶσθαι αὐτῷ διὰ τῆς κινήσεως τῆς γινομένης ὑπὸ τῶν ἐκείνοις ὄντων χρωμάτων ἐν αὐτῷ, διακονεῖσθαι τοῖς τῶν ζῴων ὁρατικοῖς ὡς ἀντιλαμβάνεσθαι δι᾿ αὐτοῦ τῶν χρωμάτων, τοῦτο δὲ ποιεῖν οἷον 〈τε〉 τὸ διαφανὲς † ἐφ᾿ ᾧ τι ὑφ᾿ οὖ πρώτου κινουμένῳ ἐν αὐτῷ ὑπὸ παρουσίας τῶν φωτίζειν φύσιν ἐχόντων πάσχον καὶ δεχόμενον αὐτὸ ὡς οἰκεῖον χρῶμα. οὐδὲ γὰρ οὐδὲ τοῦτο οἰκεῖον αὐτοῦ χρῶμα, ἀλλ᾿ ἔστ᾿ ἂν μὲν αὐτῷ παρῇ τὸ φωτίζειν πεφυκός, ἔχει τὸ φῶς, ἀπελθόντος δὲ καὶ τὸ ἐν τούτῳ φῶς πέπαυται. ἔστ᾿ ἂν οὖν ᾖ πεφωτισμένον καὶ τὰς τῶν ἄλλων χρωμάτων ποιότητάς τε καὶ διαφορὰς ὁμοίως δεχόμενον, ὡς καὶ τὸ φῶς, διάκονον γίνεται ταῖς ὁρατικαῖς αἰσθήσεσιν οὔσαις καὶ αὐταῖς ἐξ ὁμοίως διαφανοῦς σώματος διὰ τοῦ γινομένου πάθους ἐν ταῖς ὄψεσιν ὑπὸ τοῦ ἐκτὸς ὄντος αὐτῶν διαφανοῦς κινουμένου τὸν προειρημένον τρόπον ὑπὸ τῆς παρουσίας τῶν χρωμάτων. ὡς δ᾿ ἐν τῷ ἀορίστῳ διαφανεῖ καὶ διὰ μανότητα μηδὲν χρῶμα παθητικῶς ἀναλαμβάνοντι ἡ μὲν παρουσία τοῦ φωτίζειν πεφυκότος φωτὸς αἰτία, ἡ δ᾿ ἀπουσία σκότους, οῦτω καὶ ἐν τοῖς ὡρισμένοις σώμασιν ἡ μὲν πλείων μῖξις καὶ παρουσία τοῦ μάλιστα διαφανοῦς σώματος (τοιοῦτον δέ, οὖ ἐστι τὸ λευκὸν οἰκεῖον χρῶμα· μάλιστα γὰρ τοῦτο χρῶμα καὶ μάλιστα ὁρατὸν) τοῦ τε μᾶλλον κεχρῶσθαι τοῖς σώμασιν αἰτία καὶ τοῦ μᾶλλον ὁρατοῖς εἶναι, ἡ δὲ παντελὴς ἀπουσία τούτου τοῦ μέλανος αἰτία, ὃ στερήσει χρώματος ἔοικε μᾶλλον ἢ χρώματι, τὰ δὲ μεταξὺ χρώματα κατὰ τὴν ποιὰν μῖξιν τῶν τε διαφανῶν καὶ τῶν μὴ τοιούτων ἔχει τὴν γένεσιν καὶ τήν γε διαφοράν. ἔστι δὲ τῶν ἁπλῶν σωμάτων μάλιστα μὲν τὸ

Work

Title: Alexander of Aphrodisias: Quaestio I 2: De Colore
English: Problems and Solutions I 2: On Colour
Original: Περὶ χρώματός τινα

Domains: Natural philosophy

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bruns, Ivo

Title: Alexandri Aphrodisiensis praeter commentaria scripta minora: Quaestiones, De fato, De mixtione

Published: 1892

Series: Supplementum Aristotelicum

Volume: 2

Pages: 5-7

Publisher: Reimer, Berlin

Download

Alex-Gr_002.xml [13.2 Kb]