
Quaestio III 3: De Sensu (Problems and Solutions III 3: On Sense Perception)
Bruns 1892
III. Λέξεως ἐξήγησις ἐκ τοῦ δευτέρου ὁμοίως Περὶ ψυχῆς, δι᾿ ἧς περὶ αἰσθήσεως λέγει, ἔστι δὲ ἥδε· “διωρισμένων δὲ τούτων λέγωμεν κοινῇ περὶ πάσης αἰσθήσεως”.
Εἰπὼν περὶ τῆς θρεπτικῆς δυνάμεως τῆς ψυχῆς ἐπὶ τὸν περὶ αἰσθήσεως μέτεισι λόγον, καὶ πρῶτον μὲν καθόλου καὶ κοινῶς περὶ αἰσθήσεως λέγει, ἔπειτα ἐρεῖ προελθὼν περὶ ἑκάστης ἰδίᾳ. πρῶτον μὲν οὖν λαμβάνει, ὅτι ἡ αἴσθησις γίνεται ἐν τῷ κινεῖσθαί τι καὶ πάσχειν (διὰ γὰρ κινήσεώς τινος καὶ πάθους γίνεσθαι δοκεῖ), λαβὼν δὲ τὸ τὴν αἴσθησιν δι᾿ ἀλλοιώσεως καὶ πάθους γίνεσθαι ἐμνημόνευσε τοῦ πάθους καὶ τοῦ πάσχειν, ὅπως γίνεται, ὅτι γὰρ τοῖς μὲν δοκεῖ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν, τοῖς δὲ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου. τούτου δ᾿ ἐμνημόνευσεν, ἐπεὶ πρὸς τὸ ἀποδοῦναι, τί πότ᾿ ἐστιν αἴσθησις, χρήσιμον αὐτῷ τὸ κεῖσθαι, ὑπὸ τίνος πάσχει τὰ πάσχοντα, ἐπεὶ καὶ ἡ αἴσθησις κεῖται πάθος τι εἶναι καὶ διὰ πάθους. πρὸ δὲ τοῦ περὶ τούτου διαρθρῶσαι πρῶτον ἀπορήσας περὶ τῆς αἰσθήσεως, διὰ τί, ὄντων ἐν τοῖς αἰσθητηρίοις τῶν αἰσθητῶν, οὐκ αἰσθάνεται ἡ αἴσθησις τούτων, ἀλλὰ τῶν ἐκτὸς μόνων, καὶ λύσας τὴν ἀπορίαν
Work
Title: Quaestio III 3: De Sensu
English: Problems and Solutions III 3: On Sense Perception
Original: Λέξεως ἐξήγησις ἐκ τοῦ δευτέρου ὁμοίως Περὶ ψυχῆς, δι´ ἧς περὶ αἰσθήσεως λέγει, ἔστι δὲ ἥδε· «διωρισμένων δὲ τούτων λέγωμεν...»
Domains: Natural philosophy
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Bruns, Ivo
Title: Alexandri Aphrodisiensis praeter commentaria scripta minora: Quaestiones, De fato, De mixtione
Published: 1892
Series: Supplementum Aristotelicum
Volume: 2
Number: 2
Pages: 82-86
Publisher: Reimer, Berlin
Download
Alex-Gr_005.xml [24 Kb]