Digital Corpus for Graeco-Arabic Studies

Alexander of Aphrodisias: Quaestio III 3: De Sensu (Problems and Solutions III 3: On Sense Perception)

Bruns 1892

τῷ τότε δυνάμει τὴν αἴσθησιν εἶναι (ἡ γὰρ αἴσθησις πρὸς τὸ αἰσθητόν, αἰσθητὸν δ᾿ αὐτῇ τὸ κεχωρισμένον· οὐδὲν γὰρ ὑφ᾿ ἑαυτοῦ πάσχει, ἡ δὲ αἴσθησις διὰ πάθους· ἔστ᾿ ἂν οὖν μὴ παρῇ τὸ αἰσθητόν, δυνάμει ἡ αἴσθησίς ἐστι), λαβὼν δὲ τὸ διχῶς λέγεσθαι τὸ αἰσθάνεσθαι (καὶ γὰρ δυνάμει καὶ ἐνεργείᾳ), ἔλαβεν τὸ τῆς αἰσθήσεως τὴν μὲν εἶναι δυνάμει, τὴν δὲ ἐνεργείᾳ, ὁμοίως δὲ καὶ τὸ αἰσθητόν. λαβὼν δὲ τὸ [τὴν αἴσθησιν] διὰ πάθους γίνεσθαι τὴν αἴσθησιν τὴν μὲν δυνάμει, τὴν δὲ ἐνεργείᾳ, ἐφεξῆς λέγει περὶ τοῦ πάσχοντος ὑπὸ τίνος πάσχει, ὃ πρὸ ὀλίγου ἐκίνησε. καὶ λαβὼν ὅτι πᾶν τὸ πάσχον πάσχει ὑπὸ τοῦ κινητικοῦ καὶ ἐνεργείᾳ ὄντος τούτου, ὃ τὸ πάσχον ὑπ᾿ αὐτοῦ δύναται γενέσθαι, ἔδειξεν ἐκ τούτου, ὅτι τὸ πάσχον ἔστι μὲν ὡς ὑπὸ ὁμοίου πάσχει, ἔστι δὲ ὡς ὑπὸ ἀνομοίου πάσχει. πάσχει μὲν γὰρ ἀνόμοιον, πεπονθὸς δὲ ὅμοιόν ἐστιν. χρήσιμον δ᾿ αὐτῷ τοῦτο πάλιν πρὸς τὸ καὶ [τὸ] τὴν αἴσθησιν τὴν δυνάμει, εἰ διὰ πάθους γίνεται, πάσχουσαν μὲν ἀνομοίαν εἶναι τῷ ποιοῦντι, ὅ ἐστι τὸ αἰσθητόν, παθοῦσαν δὲ καὶ γενομένην ὁμοίως αὐτῷ εἶναι. οἷς ἐφεξῆς ἐπέλαβεν τὴν αἴσθησιν τὴν μὲν δυνάμει εἶναι, τὴν δὲ ἐντελεχείᾳ, 〈καὶ〉 διαίρεσιν ποιεῖται τοῦ δυνάμει καὶ τοῦ ἐντελεχείᾳ, βουλόμενος δι᾿ αὐτοῦ δεῖξαι, ὅτι μὴ κυρίως πάσχειν λέγεται ἡ αἴσθησις καὶ κινεῖσθαι. οὐ γὰρ πάσης δυνάμεως ἡ εἰς ἐνέργειαν πρόοδος διὰ πάθους καὶ κινήσεως. διχῶς γὰρ τὸ δυνάμει ἐπιστῆμον, ὁμοίως δὲ καὶ πᾶν ἄλλο, λέγεται. τό τε γὰρ φύσιν ἔχον δέξασθαι ἐπιστήμην δυνάμει ἐπιστῆμον, ἀλλὰ καὶ τὸ ἔχον ἤδη καὶ δεδεγμένον τὴν ἐπιστήμην, μὴ ἐνεργοῦν δὲ κατ᾿ αὐτὸ δυνάμει λέγεται ἐπιστῆμον, ὅτι μὴ ὁμοίως λέγεται, ἔδειξεν. εἰπὼν δὲ καὶ τὸν ἔχοντα μὲν ἤδη τὴν ἐπιστήμην, μὴ ἐνεργοῦντα δέ, δυνάμει ἔτι καὶ αὐτὸν ἐπιστήμονα λέγεσθαι, προσέθηκεν, ὅτι ὁ ἤδη θεωρῶν τε καὶ ἐνεργῶν οὗτός ἐστιν ὁ κυρίως λεγόμενος ἐπιστήμων, οὐκέτ᾿ ὢν δυνάμει. ἐφ᾿ οἷς τὴν διαφορὰν λέγων τῶν δυνάμει λεγομένων ἐπίστασθαι ἔδειξεν, ὅτι ὁ μὲν πρῶτος λεγόμενος δυνάμει, ὁ κατὰ τὸ πεφυκέναι, οὐκ ἄλλως εἰς τὸ ἐνεργείᾳ γενέσθαι μεταβάλλει, εἰ μὴ διὰ τοῦ παθεῖν τε καὶ ἀλλοιωθῆναι διὰ μαθήσεως, 〈ὁ〉 δὲ ἤδη ἔχων εἰς τὸ ἐνεργεῖν οὐ διὰ πάθους ἔτι καὶ ἀλλοιώσεως μεταβάλλει. δείξας δ᾿ ὅτι μὴ παντὸς τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολὴ διὰ πάθους τε καὶ ἀλλοιώσεως, ἐφεξῆς καὶ τοῦ ἀλλοιοῦσθαί τε καὶ πάσχειν διαίρεσιν ἐποιήσατο, καὶ ἔλαβεν τὸ μέν τι φθορὰν εἶναι ὑπὸ τοῦ ἐναντίου καὶ ἔκστασιν τοῦ ἐν ᾧ ἦν, ὡς πάσχει πάντα τὰ εἰς τὰ ἔναντία μεταβάλλοντα, τὸ δέ τι πάσχειν εἶπεν εἶναι οὐ τῷ φθείρεσθαι, ἀλλὰ τῷ σώζεσθαι καὶ

Work

Title: Alexander of Aphrodisias: Quaestio III 3: De Sensu
English: Problems and Solutions III 3: On Sense Perception
Original: Λέξεως ἐξήγησις ἐκ τοῦ δευτέρου ὁμοίως Περὶ ψυχῆς, δι´ ἧς περὶ αἰσθήσεως λέγει, ἔστι δὲ ἥδε· «διωρισμένων δὲ τούτων λέγωμεν...»

Domains: Natural philosophy

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bruns, Ivo

Title: Alexandri Aphrodisiensis praeter commentaria scripta minora: Quaestiones, De fato, De mixtione

Published: 1892

Series: Supplementum Aristotelicum

Volume: 2

Number: 2

Pages: 82-86

Publisher: Reimer, Berlin

Download

Alex-Gr_005.xml [24 Kb]