Digital Corpus for Graeco-Arabic Studies

Alexander of Aphrodisias: Quaestio III 3: De Sensu (Problems and Solutions III 3: On Sense Perception)

Bruns 1892

ἐν ἐπιδόσει γενέσθαι τῇ καθὸ ἔχει ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος καὶ ὁμοίου. ἡ γὰρ κατὰ τὴν ἕξιν καὶ τοιαύτην δύναμιν ἐνέργεια τελειότης οὖσα τῆς ἕξεως οὐ κατὰ τὴν εἰς τοὐναντίον μεταβολὴν γίγνεται, ἀλλὰ κατὰ τὴν τοῦ αὐτοῦ ἐξ ἀργίας εἰς ἐνέργειαν· τὸ γὰρ ἔχον τὴν ἐπιστήμην ἐνεργοῦν γίνεται κατ᾿ αὐτήν, ὃ εἰς τὸ αὐτὸ καὶ ὅμοιον ἐπίδοσίς ἐστιν. ὁμοίως δὲ εἰπὼν ὡς δύναμις ἔχει πρὸς ἐντελέχειαν, πῶς καὶ ποία δύναμις καὶ πρὸς ποίαν ἐντελέχειαν ἔδειξεν προσθείς. θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην, ἥτις μεταβολὴ οὐκ ἔστιν ἀλλοίωσις, εἴ γε ἡ μὲν ἀλλοίωσις ἐξ ἄλλου εἰς ἄλλο καὶ ἐξ ἐναντίου ἐστὶ μεταβολή, ἡ δ᾿ ἐκ τοῦ οὕτω δυνάμει εἰς τὴν ἐνέργειαν (εἰς αὐτὸ γὰρ τοῦτ᾿ ἐστίν, ὃ ἔχει καὶ καθὸ ἔχει) ἐπίδοσίς ἐστιν. ἤ, εἰ δεῖ καὶ τοῦτο ἀλλοίωσιν λέγειν, ἕτερον ἄν τι εἴη γένος καὶ ἄλλη τις φύσις ἀλλοιώσεως. ὅτι δὲ τὸ πάσχειν ὡς ἴσον ἔλαβεν τῷ ἀλλοιοῦσθαι ἔδειξεν εἰπὼν ὅπερ οὐκ ἔστιν ἀλλοιοῦσθαι· ὡς γὰρ ἴσον † εἴη ἐν αὐτῷ ‘ὅπερ οὐκ ἔστι πάσχειν’. ὃ δείξας προσέθηκεν, ὅτι μὴ χρὴ λέγειν τὸν φρονοῦντά τι καὶ νοοῦντα ἀλλοιοῦσθαι, εἰ δὲ μὴ ἀλλοιοῦσθαι, οὐδὲ κινεῖσθαι. εἰ γὰρ μὴ ἀλλοίωσις, δῆλον ὡς οὐδὲ κατὰ τόπον οὐδὲ ποιὸν μεταβολή. τοιαύτη δὲ καὶ ἡ τοῦ δυνάμει αἰσθανομένου εἰς τὸ ἐνεργείᾳ αἰσθάνεσθαι ἐπίδοσίς τε καὶ μεταβολή. διὸ κοινότερον ἡ αἴσθησις ἀλλοίωσις. εἰπὼν δὲ ταῦτα διέξεισιν ἐπ᾿ αὐτοῖς, ὁποία μὲν μεταβολὴ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀλλοίωσίς ἐστι, ποία δὲ οὔ. ἡ μὲν γὰρ ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν τὴν διὰ ταύτην, ὡς τὸ νοεῖν ἔχειν καὶ τὸ φρονεῖν, ἐπεὶ μὴ διὰ διδασκαλίας γίνεται, οὐκ ἀλλοίωσις οὐδὲ κίνησις, ἀλλ᾿ ἕτερόν τι γένος μεταβολῆς (ὑπὸ γὰρ τὴν γένεσιν εἴη ἂν τοιαύτη μεταβολή, εἴ γε τὸ τελειοῦσθαι καὶ ἡ εἰς τοῦτο ἐπίδοσις γινομένου πώς ἐστι), τὴν 〈δὲ〉 ἐκ τῆς ὑλικῆς δυναμέως εἰς τὴν ἕξιν μεταβολήν, ἥτις γίνεται κατὰ διδασκαλίαν τινὰ καὶ μάθησιν, ἤτοι οὐδ᾿ αὐτὴν διὰ πάθους γίνεσθαι ῥητέον, εἴ γε γίνεται καὶ αὐτὴ εἰς τὸ ἐνεργείᾳ τὴν ἕξιν ἔχειν καὶ τελειότητα ἐκ τῆς ὑλικῆς δυνάμεως (γένεσις γάρ πως καὶ ἡ τοιαύτη μεταβολή), 〈ἢ〉 εἰ καὶ τὴν τοιαύτην μεταβολὴν λέγοι τις ἀλλοίωσιν τῷ μὴ φυσικοῦ τινος εἴδους ἀνάληψιν εἶναι, δύο χρὴ τρόπους ἀλλοιώσεως εἶναι λέγειν, τήν τε ἐπὶ τὰς ἕξεις γινομένην καὶ τὴν φύσιν τε καὶ τὸ κατὰ φύσιν (τὸ γοῦν βέλτιον μέρος ὧν δύναται τὸ δυνάμενον κατὰ φύσιν αὐτῷ), τὴν δέ τινα ἀπ᾿ αὐτῶν βελτιόνων ἕξεων εἰς τὰς στερητικὰς διαθέσεις. εἰπὼν δὲ ταῦτα καὶ διορίσας μετῆλθεν ἐπὶ τὴν αἴσθησιν, καὶ ἔδειξεν, τίς μὲν ἡ πρώτη δύναμίς ἐστι, καὶ πῶς καὶ ὑπὸ τίνος εἰς τὴν ἕξιν μεταβάλλει ἡ τοιαύτη δύναμις, πῶς δὲ καὶ ὑπὸ τίνος ἡ δευτέρα εἰς τὴν ἐνέργειαν, καὶ λέγει τὴν μὲν ἐκ τῆς ὑλικῆς δυνάμεως μεταβολὴν εἰς τὴν κατὰ τὴν ἕξιν γενέσθαι ὑπὸ τοῦ γεννῶντος δηλονότι τὸ ζῷον (τὸ γὰρ γεννώμενον οὐδέπω τὴν ἕξιν ἔχει τὴν αἰσθητικήν,

Work

Title: Alexander of Aphrodisias: Quaestio III 3: De Sensu
English: Problems and Solutions III 3: On Sense Perception
Original: Λέξεως ἐξήγησις ἐκ τοῦ δευτέρου ὁμοίως Περὶ ψυχῆς, δι´ ἧς περὶ αἰσθήσεως λέγει, ἔστι δὲ ἥδε· «διωρισμένων δὲ τούτων λέγωμεν...»

Domains: Natural philosophy

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bruns, Ivo

Title: Alexandri Aphrodisiensis praeter commentaria scripta minora: Quaestiones, De fato, De mixtione

Published: 1892

Series: Supplementum Aristotelicum

Volume: 2

Number: 2

Pages: 82-86

Publisher: Reimer, Berlin

Download

Alex-Gr_005.xml [24 Kb]