Digital Corpus for Graeco-Arabic Studies

Alexander of Aphrodisias: Quaestio III 3: De Sensu (Problems and Solutions III 3: On Sense Perception)

Bruns 1892

ἀλλ᾿ ἔτι ἐστὶ δυναμένης ἕξεως δεκτικόν, γεννηθὲν δὲ ἔχει τὴν αἰσθητικὴν ἕξιν εὐθύς, ὥσπερ τὸ ἀναλαβὸν τὴν ἐπιστήμην), δείξας δὲ πῶς ἑκάτερον τῶν δυνάμει ἐπὶ τῆς αἰσθήσεώς ἐστιν, προσέθηκεν, ὅτι καὶ τὸ κατ᾿ ἐνέργειαν δὲ αἰσθάνεσθαι ὁμοίως λέγεται τῷ θεωρεῖν τε καὶ νοεῖν. μόνον γὰρ ταύτῃ διαφέρουσιν ἥ τε αἰσθητικὴ καὶ νοητικὴ ἐνέργεια· ἔξωθεν γὰρ καὶ οὐκ ἐν τῷ αἰσθανομένῳ καὶ τὸ ἀκουόμενον ὑπ᾿ αὐτοῦ καὶ τὸ ὁρώμενον, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον. οὗ αἰτίαν ἀπέδωκεν, ὅτι ἡ μὲν αἴσθησις ἀντιληπτική ἐστι τῶν καθέκαστα, οὐχ οἷόν τε δὲ εἶναι ἐν τῷ αἰσθανομένῳ, ἀλλ᾿ οἰκείαν ὑπόστασιν ἔχει, ἡ δ᾿ ἐπιστήμη καὶ ὁ νοῦς τῶν καθόλου θεωρητικά, ἃ καθόλου οὐκ ἔχει ἰδίαν ὑπόστασιν, ἀλλ᾿ ἐν αὐτῇ πώς ἐστι τῇ διανοίᾳ, τὸ ‘πῶς’ προσθείς, ὅτι ἡ μὲν ὑπόστασις καὶ τούτοις καὶ τοῦ εἶναι ἡ αἰτία ἐν τοῖς καθέκαστα, ὡς δὲ κοινὰ ἐν τῷ νοεῖσθαι τὸ εἶναι ἔχει, καὶ ἔστιν ὡς κοινῶν ὄντων τὸ εἶναι ἐν τῷ νοοῦντι αὐτὰ νῷ. διὸ καὶ νοεῖν μὲν ἐφ᾿ ἡμῖν, αἰσθάνεσθαι δὲ οὐκ ἐφ᾿ ἡμῖν, ἐπεὶ πρὸς παρὸν μὲν καὶ παρόντος ἡ αἴσθησις, οὐκ ἐφ᾿ ἡμῖν δὲ ἡ τῶν αἰσθητῶν παρουσία, ὡς ὅτε βουλόμεθα ἔχειν αὐτά. ὡς δὲ αἱ αἰσθήσεις ἔχουσιν, οὕτως καὶ αἱ τέχναι, ὅσαι περὶ αἰσθητά. οὐ γὰρ ἐπὶ τοῖς ταύτας ἔχουσι τὸ ἐνεργεῖν ὅτε βούλονται, τῷ δεῖν αὐτοῖς παρεῖναι τὰ περὶ ἃ ἐνεργοῦσιν. ὑπερθέμενος δὲ τὸ περὶ τῆς τῶν αἰσθητῶν τε καὶ νοητῶν διαφορᾶς ἐπὶ πλέον νῦν λέγει τὸ μὲν νοεῖν ἐφ᾿ ἡμῖν, τὸ δὲ αἰσθάνεσθαι οὐκ ἐφ᾿ ἡμῖν, τὰ εἰρημένα δὲ καὶ δεδειγμένα τῇ αἰσθήσει ἐφαρμόσας ἀπέδωκε τὸν κοινὸν λόγον τῆς αἰσθήσεως. ἔδειξεν γὰρ πρῶτον, ἐπεὶ διχῶς λέγεται τὸ δυνάμει (ἄλλως γὰρ λέγεται ὁ παῖς δύνασθαι στρατηγεῖν καὶ ὁ τέλειος ἄλλως· οὗτος γὰρ οὐχ ὁμοίως τῷ τὴν μὲν ἕξιν ἔχοντι μηδέπω δὲ ἐνεργοῦντι), κατὰ τὸ δεύτερον σημαινόμενον τοῦ δυνάμει τὸ δυνάμει αἰσθάνεσθαι καὶ τὴν δυνάμει αἴσθησιν λέγεσθαι. ‘ὧν δυνάμεων’ εἰπών, ‘ἐπεὶ οὐκ ὠνόμασται ἡ διαφορά, φανερὰ δὲ γέγονεν διὰ τοῦ λόγου, χρῆσθαι δὲ ἀναγκαῖον καὶ τῷ πάσχειν καὶ τῷ ἀλλοιοῦσθαι ὡς κυρίοις ὀνόμασιν’ ἐπὶ τῆς μεταβολῆς τῆς ἐκ τῆς κατὰ δύναμιν αἰσθήσεως εἰς τὴν ἐνέργειαν, ἐπεὶ μὴ ἔχομεν ἄλλα τινὰ ὀνόματα κύρια αὐτῶν, ἦλθεν ἐπὶ τὸ λόγον ἀποδοῦναι τῆς αἰσθήσεως, καὶ εἶπεν τὸ αἰσθητικὸν δυνάμει εἶναι οἷον τὸ αἰσθητὸν ἤδη ἐντελεχείᾳ ἐστίν, ὅτι πάσχει μὲν ὑπὸ τοῦ αἰσθητοῦ οὐδέπω ὅμοιον ὂν αὐτοῦ, παθὸν δὲ ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο, τὸ δὲ παθὸν ὡς ἴσον πᾶν ἢ τῷ ἀλλοιωθὲν εἶπεν. ἀποδοὺς δὲ τοῦτον τὸν λόγον οὐχ ὡς κυρίως ὄντος τοῦ αἰσθάνεσθαι, ἀλλὰ διὰ τὴν τῶν κυρίων ὀνομάτων ἀπορίαν (ἐδείχθη

Work

Title: Alexander of Aphrodisias: Quaestio III 3: De Sensu
English: Problems and Solutions III 3: On Sense Perception
Original: Λέξεως ἐξήγησις ἐκ τοῦ δευτέρου ὁμοίως Περὶ ψυχῆς, δι´ ἧς περὶ αἰσθήσεως λέγει, ἔστι δὲ ἥδε· «διωρισμένων δὲ τούτων λέγωμεν...»

Domains: Natural philosophy

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bruns, Ivo

Title: Alexandri Aphrodisiensis praeter commentaria scripta minora: Quaestiones, De fato, De mixtione

Published: 1892

Series: Supplementum Aristotelicum

Volume: 2

Number: 2

Pages: 82-86

Publisher: Reimer, Berlin

Download

Alex-Gr_005.xml [24 Kb]