Digital Corpus for Graeco-Arabic Studies

Alexander of Aphrodisias: Quaestio III 3: De Sensu (Problems and Solutions III 3: On Sense Perception)

Bruns 1892

γάρ, ὅτι οὐκ ἔστιν ἡ τοῦ οὕτω δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολὴ οὔτε πάθος οὔτε ἀλλοίωσις οὔτε κίνησις), ἐπὶ τὸ περὶ ἑκάστης αἰσθήσεως κατ᾿ ἰδίαν λέγειν μετῆλθεν.

Τὰ δὲ κεφάλαια τῶν εἰρημένων· πρῶτον ἔλαβεν, ὅτι ἡ αἴσθησις ἐν τῷ κινεῖσθαί τε καὶ πάσχειν, μεθ᾿ ὃ ἐζήτησεν, πῶς τὸ πάσχειν, τὸ εἰ δύναταί τι καὶ ὑπὸ τοῦ ὁμοίου πάσχειν· ἐφ᾿ οἷς ἀπορήσας, διὰ τί οὐχὶ καὶ τῶν αἰσθητηρίων αὐτῶν αἴσθησις γίνεται ὄντων αἰσθητῶν, εἰς τὴν λύσιν τῆς ἀπορίας ἔλαβεν τὸ εἶναι τὸ δὲ δυνάμει τὴν αἴσθησιν, καὶ διὰ τοῦτο δεῖν αὐτῇ πρὸς τὴν ἐνέργειαν παρόντων τῶν αἰσθητῶν ποιεῖν δυναμένων. μένων. ἐφ᾿ οἷς ἔλαβεν ‘διχῶς ἡ αἴσθησις, ἡ μὲν δυνάμει ἡ δὲ ἐνεργείᾳ’, μεθ᾿ ἃ εἶπεν δεῖν λέγειν ἔτι, εἰ μηδέπω διώρισται, τίνι διαφέρει τὸ κινεῖσθαί τε καὶ πάσχειν τοῦ ἐνεργεῖν, εἰ τὸ πάσχειν τε καὶ κινεῖσθαι κινουμένου, ἐπεὶ καὶ λέγεται ἡ κίνησις ἐνέργειά τις εἶναι. ἐφ᾿ οἷς ἔλαβεν, ὅτι πάντα τῷ πάσχειν καὶ κινεῖται τε ὑπὸ τοῦ ποιητικοῦ ἐνεργείᾳ ὄντος τούτου, ὃ δύναται τὸ πάσχον γενέσθαι· διὸ πάσχον μέν ἐστιν ἀνόμοιον, ἐπεὶ πᾶν τὸ πάσχον ἀνόμοιον, πεπονθὸς δὲ ὅμοιον, ἐπεὶ τῇ αἰσθήσει ἦν καὶ δύναμις καὶ ἐνέργεια. καὶ ἔδειξε διττὸν τὸ δυνάμει, καὶ ὅτι μὴ πάντως τῷ δυνάμει ἡ εἰς τὴν ἐνέργειαν μεταβολὴ δι᾿ ἀλλοιώσεως. ἐφ᾿ οἷς διαίρεσιν ἐποιήσατο τοῦ ἀλλοιοῦσθαι· τούτου γὰρ δηλωτικὸν τὸ πάσχειν. τὸ μὲν γάρ τι πάσχειν κατὰ φθορὰν γίνεται, ἥτις ὑπὸ ἐναντίου γίνεται, τὸ δέ τι πάσχειν λέγεται σωζόμενον καὶ ἐπιδιδὸν εἰς τὴν αὑτοῦ τελειότητα ὑπὸ τοῦ ὁμοίου αὐτῷ· ὁμοία γάρ πως ἡ ἀπὸ τῆς ἕξεως ἐνέργεια τῇ ἕξει, ἀφ᾿ ἧς γίνεται, ὃ πάσχειν οὐκ ἀλλοίωσις ἂν εἴη. ἐφ᾿ οἷς ἔδειξεν, ὅτι ἡ κατὰ τὴν δύναμιν αἰσθήσεως εἰς τὴν κατ᾿ ἐνέργειαν μεταβολὴ οὐκ ἔστιν ἡ αὐτὴ τῇ κατ᾿ ἀλλοίωσιν γινομένῃ. ἀλλ᾿ οὐδ᾿ οὕτω πάσχει τὸ αἰσθανόμενον, ὡς ἔπασχε τὰ φθειρόμενα, ἀλλ᾿ ὡς τὸ εἰς ἑαυτὸ ἐπιδιδόν. καὶ τὴν τελειότητα διορίσας εἰπὼν δεῖν τοῖς κοινοῖς ὀνόμασι χρῆσθαι ἐν τῷ λόγῳ τῷ τῆς αἰσθήσεως, ἐπεὶ μὴ ἔχομεν τὰ κύρια τῶν σημαινομένων, ἀπέδωκεν λόγον αὐτῆς καὶ εἶπεν [τὴν αἴσθησιν] δυνάμει τὸ αἰσθητικὸν εἶναι, ὁποῖόν ἐστι τὸ αἰσθητὸν ἐντελεχείᾳ, πάσχον δὲ ὑφ᾿ ἑαυτοῦ καὶ δι᾿ ἄλλου, οὐ μὲν ὡς εἶπεν πρότερον γίνεσθαι τὴν κατ᾿ ἐνέργειαν αἴσθησιν, πῶς δεῖ τοῦ πάσχειν καὶ ἀλλοιοῦσθαι ἀκούειν ἐπὶ τῆς μεταβολῆς τῆς κατὰ τὴν δύναμιν αἰσθήσεως εἰς τὴν ἐνέργειαν προειρηκώς. ὁ δ᾿ ἀποδοθεὶς λόγος τῆς αἰσθήσεώς ἐστι τὸ αἰσθητικὸν δυνάμει ὂν οἷον τὸ αἰσθητὸν ἤδη ἐστὶν ἐντελεχείᾳ, ὃ πάσχον μὲν ὑπ᾿ αὐτοῦ οὐδέπω ὅμοιόν ἐστι, πεπονθὸς δὲ ὅμοιον.

Work

Title: Alexander of Aphrodisias: Quaestio III 3: De Sensu
English: Problems and Solutions III 3: On Sense Perception
Original: Λέξεως ἐξήγησις ἐκ τοῦ δευτέρου ὁμοίως Περὶ ψυχῆς, δι´ ἧς περὶ αἰσθήσεως λέγει, ἔστι δὲ ἥδε· «διωρισμένων δὲ τούτων λέγωμεν...»

Domains: Natural philosophy

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bruns, Ivo

Title: Alexandri Aphrodisiensis praeter commentaria scripta minora: Quaestiones, De fato, De mixtione

Published: 1892

Series: Supplementum Aristotelicum

Volume: 2

Number: 2

Pages: 82-86

Publisher: Reimer, Berlin

Download

Alex-Gr_005.xml [24 Kb]