Digital Corpus for Graeco-Arabic Studies

Alexander of Aphrodisias: Quaestio I 11a: De Universalibus (Problems and Solutions I 11a: On Universals)

Bruns 1892

μὴ κυρίως 〈ὄν· τὸ γὰρ ὡς〉 γένος ζῷον βουλόμενος δηλῶσαι προσέθηκεν τῷ ζῴῳ τὸ καθόλου, εἰπὼν τὸ γὰρ ζῷον τὸ καθόλου. τοῦτ᾿ οὗν τὸ ὡς γένος ζῷον ἤτοι οὐδέν ἐστιν, ἐπεὶ μὴ φύσιν τινὰ οἰκείαν σημαίνει, ἀλλ᾿ ἔστιν σύμπτωμα ἐπί τινι γινόμενον πράγματι, ἢ εἰ καὶ τὸ οὕτως ὂν ὄν τις λέγοι, ὕστερον ἔσται ἐκείνου ᾧ ὑπάρχει. δεῖ γὰρ εἶναι πρῶτον τὸ πρᾶγμα τοῦ συμβεβηκότος αὐτῷ. ὅτι δὲ ὕστερον τοῦ πράγματος, δῆλον. ζῴου μὲν γὰρ ὄντος οὐκ ἀνάγκη τὸ ὡς γένος ζῷον εἶναι (δύναται γὰρ πρὸς ὑπόθεσιν καὶ ἕν τι ζῷον εἶναι, ἐπεὶ [τὸ] μὴ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ καθόλου), εἰ δὲ εἴη τὸ ὡς γένος ζῷον, ἀνάγκη καὶ τὸ ζῷον εἶναι. καὶ ἀναιρουμένης μὲν οὐσίας ἐμψύχου αἰσθητικῆς οὐδ᾿ ἂν τὸ ὡς γένος ζῷον εἴη (οὐ γὰρ οἷόν τε τὸ μὴ ὂν ἐν πλείοσιν εἶναι), εἰ μέντοι ἀναιρεθείη τὸ ὡς γένος ζῷον, οὐκ ἀνάγκη καὶ τὴν οὐσίαν ἔμψυχον αἰσθητικὴν ἀνῃρῆσθαι· εἴη γὰρ ἂν ὡς εἶπον καὶ ἐν ἑνί, καὶ ἔστι διὰ ταῦτ᾿ εἰρημένον τὸ ἢ οὐδέν ἐστιν ἢ ὕστερον. ὕστερον δ᾿ ὂν τοῦ πράγματος ᾧ συμβέβηκεν, πάλιν αὐτὸ πρῶτον ἑκάστου τῶν 〈ἐν μέρει καὶ〉 ὑπ᾿ αὐτὸ γίνεται, διότι τὸ μὲν γένει εἶναί ἐστιν ἐν τῷ κατὰ πολλῶν καὶ διαφερόντων κατηγορεῖσθαι, τὸ δ᾿ ἐν μέρει εἶναί ἐστι τὸ μετὰ πολλῶν εἶναι ὑφ᾿ ἕν τι ἢ γένος ἢ εἶδος. διὸ ἀναιρουμένῳ μὲν ἑνὶ τῶν ὑπὸ τὸ κοινὸν οὐ συναναιρεῖται τὸ κοινόν, διότι ἐστὶν ἐν πλείοσιν· εἰ δ᾿ ἀναιρεθείη τὸ κοινόν, οὐδ᾿ ἂν τῶν ὑπὸ τὸ κοινὸν εἴη τι, οἷς τὸ εἶναι ἐν τῷ ἐκεῖνο ἔχειν ἐν αὑτοῖς.

Work

Title: Alexander of Aphrodisias: Quaestio I 11a: De Universalibus
English: Problems and Solutions I 11a: On Universals
Original: Πῶς εἴρηται ἐν τῷ ᾱ Περὶ ψυχῆς· τὸ γὰρ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ἢ ὕστερον

Domains: Philosophy

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Bruns, Ivo

Title: Alexandri Aphrodisiensis praeter commentaria scripta minora: Quaestiones, De fato, De mixtione

Published: 1892

Series: Supplementum Aristotelicum

Volume: 2

Number: 2

Pages: 21-22

Publisher: Reimer, Berlin

Download

Alex-Gr_006.xml [7.0 Kb]