De Temperamentis (On Mixtures)
Helmreich 1904
ἐπέφθη, διὰ παντὸς ἂν ἐφυλάχθη φάρμακον, οὕτω πεφθὲν
ἄμφω γίγνεται. φέρε γὰρ μηδ’ ὅλως πεφθῆναι τὴν θριδακίνην
ἢ νὴ Δία τὸν χυλὸν αὐτῆς, ἐπειδὴ καὶ παραπλήσια
τῷ τῆς μήκωνος ὀπῷ δρᾷ τὸν ἄνθρωπον, εἰ πάμπολυς
ληφθείη, ἆρ’ οὖν οὐ φάρμακον ἔσται τηνικαῦτα μόνον, ἄλλο
δ’ οὐδέν; οὐκ οἶμαί τινα περί γε τούτου διαμφισβητήσειν·
ὥστ’ ἔχει πάντως καὶ τὴν τοῦ φαρμάκου δύναμιν ἡ θριδακίνη.
ἀλλὰ μὴν εἶχε καὶ τὴν τῆς τροφῆς· ἔθρεψε γὰρ
πολλάκις· ὥστ’ ἀμφοτέρας μὲν ἅμα τὰς δυνάμεις ἐν ἑαυτῇ
περιέχει, δείκνυσι δ’ οὐχ ὁμοίως ἀμφοτέρας, ἀλλ’ ἐπειδὰν μὲν
αὐτὴ πλέον ἐνεργῇ περὶ τὸν ἄνθρωπον ἢ πάσχῃ, τὴν ὡς
φαρμάκου μᾶλλον ἐπιδείκνυται δύναμιν, ἐπειδὰν δὲ πάσχῃ
πλέον ἢ ποιῇ, τὴν ὡς σιτίου. καὶ τί θαυμαστόν, εἰ τῇ
θριδακίνῃ καὶ δρᾶν καὶ πάσχειν συμβέβηκεν, ὅπου γε καὶ
τῷ ξίφει, καθότι καὶ μικρὸν ἔμπροσθεν ἐλέγετο, μὴ μόνον
δρᾶν εἰς τὸν κηρὸν ἀλλὰ καὶ πάσχειν ὑπάρχει. τῷ δ’ εἶναι
πολὺ πλέον ὃ πέφυκε δρᾶν τοῦ πάσχειν λανθάνει θάτερον.
ἀλλ’ εἰ σκληρότατον αὐτῷ παραβάλλοις σίδηρον, ἔμπαλίν σοι
φανεῖται πάσχειν μᾶλλον ἢ δρᾶν, καίτοι δρᾷ μέν τι καὶ
τότε, παρορᾶται δ’ ἡ δύναμις αὐτοῦ διὰ σμικρότητα.
Θαρροῦντες οὖν ἐπὶ πάντων μὲν ἁπλῶς ἀποφαινόμεθα
τῶν σιτίων, ὡς οὐ μόνον πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν
ἀλλὰ καὶ δρᾶν εἰς αὐτὸ πέφυκεν· ἤδη δὲ καὶ περί τινων,
οἷς ἐναργῶς καὶ σαφῶς ὑπάρχει τὸ δρᾶν, ὡς οὐ σιτία μόνον
ἐστὶν ἀλλὰ καὶ φάρμακα. θριδακίνη μὲν οὖν καὶ τροφὴ
καὶ φάρμακον ψυχρόν, εὔζωμον δὲ καὶ τροφὴ καὶ φάρμακον
θερμόν. εἰ δὲ καὶ καστόριον ἐν τῷ χρόνῳ πέττεται,
εἴη ἂν καὶ τοῦτο καὶ τροφὴ καὶ φάρμακον θερμόν· οὕτω
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Helmreich, Georg
Title: Galeni De temperamentis libri III
Published: 1904
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 1-115
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_117.xml [373 Kb]