De Temperamentis (On Mixtures)
Helmreich 1904
ἂν ἔκ τινος συμβεβηκότος εἰς τοῦτ’ ἄγοιτο, καθάπερ "ἐπὶ
τετάνου θέρεος μέσου νέῳ εὐσάρκῳ ὕδατος ψυχροῦ πολλοῦ
κατάχυσις θέρμης ἐπανάκλησιν ποιέεται". ἀλλ’ ὅτι γε μὴ
καθ’ ἑαυτὸ θερμαίνει τὸ ψυχρὸν ὕδωρ, δῆλον ἐκ τῆς πρώτης
προσβολῆς· αἴσθησιν γὰρ ἐργάζεται ψύξεως καὶ μὲν δὴ
καὶ ψύχει τὸ δέρμα, μέχρις ἂν ἐπιχέηται τούτῳ, καὶ τὴν
θερμασίαν οὔτ’ ἐπὶ πάντων σωμάτων οὔτ’ ἐν τῷ καταχεῖσθαι
παρέχεται, ἀλλ’ ἐπὶ μόνων εὐσάρκων νέων ἐν θέρει μέσῳ
μετὰ τὸ παύσασθαι καταχέοντας. ὥσπερ οὖν οἷς προσπίπτει
τὸ ψυχρὸν ὕδωρ, ἐκ τοῦ παραχρῆμα ψύχει ταῦτα, κἂν ἔμψυχα
κἂν ἄψυχα τὰ σώμαθ’ ὑπάρχῃ κἂν θερμὰ κἂν ψυχρά,
κατὰ τὸν αὐτὸν τρόπον, εἴ τις ἦν χρόνος ἢ φύσις σώματος
ἢ διάθεσις, ἐφ’ ἧς αἴσθησιν ἔφερε τὸ ψυχρὸν ὕδωρ εὐθὺς
ἅμα τῷ προσπίπτειν θερμότητος, εὐλόγως ἂν ἐζητεῖτο,
πότερα θερμαίνειν ἢ ψύχειν πέφυκε καθ’ ἑαυτό. νυνὶ δ’
ἐπειδὴ τὰ μὲν ἔμψυχά τε καὶ ἄψυχα πάντα παραχρῆμα καὶ
διὰ παντὸς ὁρᾶται ψυχόμενα, οἷς δ’ ἐστὶν ἔμφυτος θερμασία
καὶ οἷον πηγή τις ἐν τοῖς σπλάγχνοις πυρός, [εἰ] τούτοις
προσενεχθὲν ἐπανάκλησίν τινά ποτε ποιεῖται θερμότητος, εὔλογον
οἶμαι κατά τι συμβεβηκός, οὐ καθ’ ἑαυτὸ θερμαίνειν
αὐτὸ τὰ τοιαῦτα. καὶ δὴ καὶ φαίνεται, κατὰ τί. πυκνώσει
γὰρ τῆς ἐκτὸς ἐπιφανείας καὶ κατακλείσει τοῦ θερμοῦ τὴν
ἐπάνοδον ποιεῖται τῆς ἐκ τοῦ βάθους θερμασίας, ἅμα μὲν
ἀθροισθείσης τῷ μὴ διαπνεῖσθαι, ἅμα δ’ εἰς τὸ βάθος ἀποχωρούσης
διὰ τὴν τοῦ περιέχοντος βίαν ψυχροῦ, ἅμα δὲ
καὶ τρεφομένης ὑπὸ τῶν ἐνταῦθα χυμῶν. ὅταν γὰρ ἀθροισθεῖσά
τε καὶ τραφεῖσα πρὸς τὴν ἐπιφάνειαν ὁρμήσῃ σφοδρότερον,
ἐπανάκλησις μὲν γίγνεται τῆς θέρμης, ἔνδειξις δὲ
τοῦ μὴ καθ’ ἑαυτὸ τὴν θερμασίαν αὐξῆσαι τὸ ψυχρὸν ὕδωρ.
καθ’ ἑαυτὸ μὲν γὰρ ἔψυξε τὸ δέρμα· τῇ ψύξει δ’ αὐτοῦ
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Helmreich, Georg
Title: Galeni De temperamentis libri III
Published: 1904
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 1-115
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_117.xml [373 Kb]