Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

τοῦ τοιούτου στοχασμοῦ τὴν ἀρχὴν τῆς ἐξετάσεως αὐτῶν ποιοῖο, θᾶττον ἂν ἐξευρίσκοις τὴν οἰκείαν ἑκάστου δύναμιν. ὅλως γὰρ εἰ καθ’ ἓν ὁτιοῦν πάθος ἁπλοῦν θερμὸν ὅ τι δήποτε τῶν φαρμάκων προσαχθὲν εὐθὺς ἅμα τῇ πρώτῃ προσφορᾷ ψύξεως αἴσθησιν ἤνεγκε, ψυχρόν ἐστιν ἐκεῖνο τῇ δυνάμει καὶ πολὺ μᾶλλον, εἰ καὶ μετὰ τὴν πρώτην προσφορὰν ἕως παντὸς μένει τοιοῦτον. εἰ δὲ καὶ σαφῶς ἰῷτο τὴν θερμὴν διάθεσιν, ἐξ ἀνάγκης ψυχρόν ἐστι. προσφέρεσθαι δὲ χρὴ πάντως αὐτὸ χλιαρόν, ἐπειδὰν δοκιμάζηται, καθότι καὶ πρόσθεν εἴρηται. γνωρισθὲν δ’ ὅτι τοιοῦτόν ἐστιν, εἶτα θεραπείας ἕνεκα παραλαμβανόμενον ἄμεινον ψυχρὸν παραλαμβάνειν, πλὴν εἰ τὸ μὲν φάρμακον ἄκρως εἴη ψυχρόν, οὐκ ἄκρως δὲ θερμὸν εἴη τὸ νόσημα. ταυτὶ μὲν οὖν ἐπὶ πλέον ἔν τε τοῖς περὶ φαρμάκων εἰρήσεται κἀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ἐν δὲ τῷ παρόντι τό γε τοσοῦτον χρὴ γιγνώσκειν, ὡς, εἴ τι τῇ θερμῇ καὶ ἁπλῇ διαθέσει προσαχθὲν φάρμακον ἔκ τε τοῦ παραχρῆμα κἀν τῷ μετὰ ταῦτα χρόνῳ παντὶ τήν τε τῆς ψύξεως αἴσθησιν ἤνεγκε τῷ κάμνοντι καὶ τὴν τῆς εὐφορίας τε καὶ ὠφελείας, ἐξ ἀνάγκης τοῦτο ψυχρόν ἐστι, κἂν ἐπ’ ἄλλων ποτὲ φαίνηται θερμόν. εὑρεθήσεται γὰρ ἐπ’ ἐκείνων ἐξεταζόμενον ἀκριβῶς οὐ καθ’ ἑαυτὸ θερμὸν ὂν ἀλλὰ κατά τι συμβεβηκός. ὅταν δὲ καθ’ ἑαυτὸ λέγωμεν ἢ πρώτως ἢ διὰ μηδενὸς [τῶν] ἐν τῷ μέσῳ, ταὐτὸν ἐξ ἁπάντων δηλοῦται τῶν ῥημάτων καὶ τὴν γυμνασίαν ἁπάντων τούτων ἅμα τοῖς οἰκείοις παραδείγμασιν ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασι ποιησόμεθα.

Νυνὶ δὲ πάλιν ἀναμνήσας ὧν ἤδη καὶ πρόσθεν εἶπον ἐπιθεῖναι πειράσομαι τῷ παρόντι λόγῳ τὴν προσήκουσαν τελευτήν. ἐπειδὴ γὰρ τὸ θερμὸν σῶμα πολλαχῶς

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]