Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

ἐλέγετο, καὶ γὰρ καὶ τὸ τὴν ἄκραν ἔχον ποιότητα, τὸ στοιχεῖον αὐτό, καὶ τὸ κατ’ ἐπικράτησιν αὐτῆς ὠνομασμένον ἔτι τε τὸ πρὸς ἕτερον λεγόμενον ἤτοι πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ πρὸς ὁτιοῦν τὸ τυχόν, οὕτω χρὴ καὶ τὸ δυνάμει μὲν θερμὸν ἐνεργείᾳ δ’ οὐδέπω καὶ νοεῖσθαι καὶ δοκιμάζεσθαι πολλαχῶς. ὅθεν οὐκ ὀρθῶς, εἴ τι μὴ ταχέως ἐκπυροῦται, τοῦτ’ ἔνιοι νομίζουσιν οὐδὲ πρὸς ἡμᾶς εἶναι δυνάμει θερμόν. εἴτε γὰρ εὔπεπτόν ἐστι καὶ τρέφει ταχέως, εἴη ἂν ὡς πρὸς ἡμᾶς θερμόν, εἴτε θερμαίνει προσφερόμενον ὡς φάρμακον, εἴη ἂν καὶ τοῦτο δυνάμει θερμὸν ὡς πρὸς ἄνθρωπον. οὕτω δὲ καὶ καθ’ ἕκαστον εἶδος ζῴου τὸ δυνάμει θερμὸν εἴθ’ ὡς φάρμακον εἴθ’ ὡς τροφὴ πρὸς ἐκεῖνο λέγεται μόνον τὸ ζῷον. ἐν γὰρ τῷ πρός τι τὸ δυνάμει πᾶν, ὥστε καὶ ἡ βάσανος ἡ οἰκεία βελτίων τῆς ἔξωθεν. οἰκεία δὲ μία καθ’ ἕκαστον, εἰ φαίνοιτο ταχέως γιγνόμενον τοιοῦτον, ὁποῖον ἔφαμεν ὑπάρχειν αὐτὸ δυνάμει. πῦρ μὲν γάρ ἐστι δυνάμει πᾶν ὅ τι ἂν ἐκπυρῶται ταχέως, δυνάμει δ’ ὡς πρὸς ἄνθρωπον θερμόν — ὅπερ ἦν ἓν εἶδος τῶν κατ’ ἐπικράτησιν θερμῶν — ὅταν ἀνθρώπῳ προσφερόμενον ἢ τὴν ποιότητα τῆς ἐμφύτου θερμασίας ἢ τὴν οὐσίαν αὐξάνῃ. τὰ δ’ αὐτὰ κἀπὶ τῶν ἄλλων εἰρῆσθαι χρὴ νομίζειν ὅσα δυνάμει λέγεται ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. καὶ γὰρ καὶ ταῦτα τὰ μὲν ὡς πρὸς αὐτὰ τὰ στοιχεῖα, τὰ δ’ ὡς κατ’ ἐπικράτησιν ὠνομασμένα καὶ νοεῖσθαι χρὴ καὶ δοκιμάζεσθαι. δῆλον δ’ ὡς καὶ τὴν κρίνουσαν ἁφὴν ἁπάσης ἐπικτήτου θερμασίας τε καὶ ψύξεως ἀπηλλάχθαι χρή, καθότι κἀπὶ τῶν φαρμάκων αὐτῶν εἴρηται πρόσθεν.

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]