
De Temperamentis (On Mixtures)
Helmreich 1904
καὶ διὰ τοῦθ’ ὅσα μὲν σώματα θερμὰ τὴν φύσιν ἐστὶν ἅμα
καὶ ξηρὰ καθάπερ τὸ πῦρ, ᾗ μὲν θερμά, θερμαίνειν, ᾗ δὲ
ξηρά, ξηραίνειν. ὅσα δ’ ὑγρὰ καὶ θερμὰ καθάπερ ὕδωρ
θερμόν, ὑγραίνειν ταῦτα καὶ θερμαίνειν [πέφυκεν ἀεὶ], ἓν
ἑκατέρας κἀνταῦθα ποιότητος ἔργον ἐχούσης ἀχώριστον.
οὔκουν συγχωροῦσιν, εἴ τι θερμόν [ἐστιν], εὐθὺς τοῦτο καὶ
ξηραίνειν, ἀλλ’ εἰ μὲν ὑγρότης προσείη τῇ θερμότητι, θερμαίνειν
ἅμα καὶ ὑγραίνειν ὥσπερ τὰ λουτρὰ τῶν γλυκέων
ὑδάτων. εἰ δ’ ὥσπερ θερμὸν οὕτω καὶ ξηρὸν εἴη καθάπερ
τὸ πῦρ, οὐ θερμαίνειν μόνον, ἀλλὰ καὶ ξηραίνειν εὐθύς,
οὐκ ἐκ τῆς θερμότητος τοῦτο λαβόν, ἀλλ’ ἐκ τῆς συνούσης
αὐτῷ ξηρότητος. ὑπομιμνήσκουσι δ’ ἐνταῦθα τῶν ἐν ἡλίῳ
θερινῷ διατριψάντων ἐπὶ πλέον, εἶθ’, ὡς εἰκός, αὐανθέντων
ὅλον τε τὸ σῶμα καὶ ξηρὸν καὶ αὐχμηρὸν ἐχόντων καὶ
διψώντων οὐκ ἀνεκτῶς. ἴασιν γὰρ αὐτοῖς εἶναί φασιν ἑτοίμην
τε καὶ ῥᾴστην, οὐκ εἰ πίοιεν μόνον, ἀλλ’ εἰ καὶ λούσαιντο
θερμοῖς ὕδασι γλυκέσιν, ὡς τῆς ὑγρότητος, εἴτε μετὰ
ψυχρότητος εἴτε μετὰ θερμότητος εἴη, τὸ ἑαυτῆς ἀεὶ δρᾶν
δυναμένης, ὑγραίνειν τὰ πλησιάζοντα. κατὰ δὲ τὸν αὐτὸν
λόγον φασὶ καὶ τὴν ξηρότητα ξηραίνειν ἀεί. τὸν γοῦν βορρᾶν
ξηρὸν καὶ ψυχρὸν ἄνεμον ὑπάρχοντα ξηραίνειν ἅπαντα.
καὶ τοῦτ’ εἶναι τὸ πρὸς Ὁμήρου λεγόμενον
Ὡς δ’ ὅτ’ ὀπωρινὸς Βορέης νεοαρδέ’ ἀλωὴν Αἶψα ξηραίνει.
Κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸν τῆς μήκωνος ὀπὸν
καὶ ἄλλα μυρία φάρμακα ξηραίνειν ἅμα καὶ ψύχειν. ὥστ’
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Helmreich, Georg
Title: Galeni De temperamentis libri III
Published: 1904
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 1-115
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_117.xml [373 Kb]