
De Temperamentis (On Mixtures)
Helmreich 1904
δὲ καὶ εἰ ψυχρὸν εἴη μᾶλλον, ὀνομασθήσεται ψυχρόν,
ὡσαύτως δὲ καὶ ξηρὸν καὶ ὑγρόν. εἰ δ’ ἐξ ἑκατέρας τῆς
ἀντιθέσεως ἐπικρατοίη θάτερον, ἤτοι θερμὸν ἅμα καὶ ὑγρὸν
ἢ θερμὸν ἅμα καὶ ξηρὸν ἢ ψυχρὸν ἅμα καὶ ξηρὸν ἢ ψυχρὸν
ἅμα καὶ ὑγρὸν ὀνομασθήσεται τὸ σῶμα.
Ταύτας μὲν οὖν τὰς τέτταρας δυσκρασίας, ὡς καὶ πρόσθεν
εἴπομεν, οἱ πλεῖστοι γιγνώσκουσιν ἰατροί τε καὶ φιλόσοφοι.
τὰς δ’ ἄλλας τέτταρας τὰς ἐξ ἡμίσεος τούτων γιγνομένας
οὐκ οἶδ’ ὅπως παραλείπουσιν, ὥσπερ καὶ τὴν πρώτην ἁπασῶν
κρᾶσιν, τὴν ἀρίστην. ἀλλ’ ὅτι γε δυνατὸν ἐπικρατοῦντος
τοῦ θερμοῦ μηδὲν μᾶλλον ὑγρὰν ἢ ξηρὰν εἶναι τὴν
κρᾶσιν, ὅσον ἐπὶ ταύτῃ τῇ συζυγίᾳ, πρόδηλον μὲν οἶμαι
κἀκ τῶν ἤδη προειρημένων εἶναι. ῥᾷστον δέ, κἂν εἰ μηδὲν
προείρητο, συλλογίσασθαι, συγχωρησάντων γ’ ἅπαξ αὐτῶν
ἑτέραν μὲν εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμήν, ἑτέραν δὲ ξηρὰν
καὶ θερμήν. εἰ γὰρ οὐκ ἀναγκαῖόν ἐστι πάντως εἶναι ξηρὰν
τὴν θερμήν, ἀλλ’ ἐγχωρεῖ καὶ ὑγρὰν ὑπάρχειν αὐτήν, ἐγχωρήσει
δηλονότι καὶ μέσην· ἐγγυτέρω γάρ ἐστιν ἡ μέση
τῆς ξηρᾶς κράσεως ἤπερ ἡ ὑγρά. κατὰ δὲ τὸν αὐτὸν τρόπον
ἐστί τις ἑτέρα ψυχρὰ κρᾶσις, ἐφ’ ἧς ἐστιν ἰσχυρότερον
τὸ ψυχρόν· οὐ μὴν οὔθ’ ὑγρὰν οὔτε ξηρὰν ἀναγκαῖον εἶναι
τὴν αὐτήν, ἀλλ’ ἐγχωρεῖ καὶ μέσην γενέσθαι· πάλιν γὰρ
κἀνταῦθα τὸν αὐτὸν ἐπάξεις λόγον. ὥστ’, εἴπερ οὐκ ἀναγκαῖόν
ἐστιν ὑγρὰν εἶναι τὴν ψυχράν, ἀλλ’ ἐγχωρεῖ καὶ
ξηρὰν γενέσθαι, πρόδηλον, ὡς καὶ τὴν μέσην ἐγχωρήσει·
ἐγγυτέρω γάρ ἐστιν αὕτη τῆς ὑγρᾶς ἤπερ ἡ ξηρά. ὡς οὖν
αὗται αἱ δύο δυσκρασίαι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἐδείχθησαν,
ἡ μὲν θερμὴ μόνον, ἡ δὲ ψυχρά, κατὰ τὸν αὐτὸν
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Helmreich, Georg
Title: Galeni De temperamentis libri III
Published: 1904
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 1-115
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_117.xml [373 Kb]