
De Temperamentis (On Mixtures)
Helmreich 1904
δ’ ἧττον, ὥστε καὶ τῆς κατεργασίας τὰ μὲν ἰσχυροτέρας τε
καὶ πολυχρονιωτέρας, τὰ δ’ ἀσθενεστέρας θ’ ἅμα καὶ ὀλιγοχρονιωτέρας
προσδεῖσθαι, τὸ μὲν ὀρνίθειον ἐλάττονος, τὸ δὲ
χοίρειον πλείονος, τὸ δὲ βόειον ἔτι πλείονος. ἐλαχίστης δὲ
δεῖται μεταβολῆς εἰς ἐξομοίωσιν ὁ οἶνος, ὅθεν καὶ τρέφει
καὶ ῥώννυσι τάχιστα. πάντως μὲν οὖν καὶ τοῦτον ὁμιλῆσαι
χρὴ τοῖς πεπτικοῖς ὀργάνοις, γαστρί τε καὶ ἥπατι καὶ φλεψίν,
ἐν οἷς ἂν προκατεργασθεὶς τρέφειν ἤδη δύναιτο τὸ
σῶμα· πρὶν δὲ τῆς ἐν τούτοις μεταβολῆς ἐπιτυχεῖν οὐχ οἷόν
τ’ αὐτῷ τροφὴν ζῴου γενέσθαι, κἂν εἰ δι’ ὅλης ἡμέρας καὶ
νυκτὸς ἐπικείμενος ἔξωθεν εἴη τῷ χρωτί. πολὺ δὲ δὴ μᾶλλον
ἄρτος ἔξωθεν ἐπικείμενος ἢ τεῦτλον ἢ μάζα τρέφειν
ἀδύνατα. τὰ μὲν οὖν ὁμοιούμενα πάντη τροφαί, τὰ δ’ ἄλλα
σύμπαντα φάρμακα καλεῖται. διττὴ δὲ καὶ τούτων ἡ φύσις·
ἢ γὰρ οἷάπερ ἐλήφθη διαμένοντα νικᾷ καὶ μεταβάλλει τὸ
σῶμα, καθ’ ὃν τρόπον ἐκεῖνο τὰ σιτία, καὶ πάντως ταῦτα
τὰ φάρμακα δηλητήριά τε καὶ φθαρτικὰ τῆς τοῦ ζῴου φύσεώς
ἐστιν, ἢ μεταβολῆς ἀρχὴν παρὰ τοῦ σώματος λαβόντα
σήπεται τοὐντεῦθεν ἤδη καὶ διαφθείρεται κἄπειτα συνδιασήπει
τε καὶ συνδιαφθείρει τὸ σῶμα· δηλητήρια δ’ ἐστὶν ἔτι
καὶ ταῦτα. τρίτον δ’ ἐπ’ αὐτοῖς ἐστιν εἶδος φαρμάκων τῶν
ἀντιθερμαινόντων μὲν τὸ σῶμα, κακὸν δ’ οὐδὲν ἐργαζομένων
καὶ τέταρτον, ὅσα καὶ ποιοῦντά τι καὶ πάσχοντα νικᾶται
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Helmreich, Georg
Title: Galeni De temperamentis libri III
Published: 1904
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 1-115
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_117.xml [373 Kb]