Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

γίγνεται τοῖς τῶν ὀστρακοδέρμων ὁμοίως, οὐ μὴν ἀνθρώπων γ’ συῶν ἢ ὄνων ἢ ἵππων ἢ ἄλλου του τῶν τριχωτῶν ζῴων. ὥστ’, εἴπερ τῇ γῇ βούλονται παραβάλλειν τὸ δέρμα, καὶ κατὰ τοῦτο τὸν λόγον ὁμολογοῦντα τοῖς πρὸς ἡμῶν ἔμπροσθεν εἰρημένοις εὑρήσουσιν. αὐτοὶ δὲ σφᾶς αὐτοὺς ὑπὸ τῆς ὁμωνυμίας σοφισθέντες παραλογίζονται. ἐν γὰρ τῷ θερμῷ καὶ ξηρῷ δέρματι πολλὰς καὶ μεγάλας ἐλέγομεν φύεσθαι τρίχας, ὡς ὑπὲρ ἀνθρώπου δηλονότι ἢ ζῴου τριχωτοῦ τὸν λόγον, οὐχ ὑπὲρ ὀστρέων τε καὶ καρκίνων ποιούμενοι. διαπνεῖται μὲν γὰρ ἀεί τι καθ’ ἕκαστον δέρμα [ὑπὸ] τοῦ θερμοῦ συναπάγοντος ἑαυτῷ τῆς ἔνδοθεν ὑγρότητος οὐκ ὀλίγον. ἀλλ’ ἐν οἷς μὲν ὑγρόν ἐστι τὸ δέρμα καὶ ἀκριβῶς μαλακόν, οἷος ὁ νεωστὶ πηγνύμενος τυρός, οὐχ ὑπομένουσιν αἱ τῶν διεκπεσόντων ὁδοί, τῶν τέως διεστηκότων αὐτοῦ μορίων αὖθις ἀλλήλοις ἑνουμένων· ἐν οἷς δ’ ἤδη σκληρὸν ὑπάρχει πεπηγότι παραπλήσιον τυρῷ, κατατιτρᾶται μὲν ὑπὸ τῆς ῥύμης τῶν ἐξιόντων, ἑνωθῆναι δ’ ὑπὸ ξηρότητος οὐ δυνάμενον ὑπομένοντας ἴσχει τοὺς πόρους ἀεὶ καὶ μᾶλλον συριγγουμένους ταῖς συνεχέσι πληγαῖς τῶν διαρρεόντων. ἐὰν μὲν οὖν τὸ διαρρέον ἢ ἀτμὸς ἢ ὑγρὸν εἰλικρινὲς ᾖ, τῷ μὲν ἀτμῷ ταχεῖά τ’ ἐστὶ καὶ ἀκώλυτος ἡ φορά· τὸ δ’ ὑγρὸν ἴσχεται πολλάκις ἐν τοῖς μικροτέροις πόροις καί τι καὶ παλινδρομεῖν αὖθις πρὸς τὸ βάθος ἀναγκάζεται. εἰ δ’ οἷον αἰθαλώδης τε καὶ παχεῖα καὶ γεώδης ἡ ἀναθυμίασις εἴη, κίνδυνος αὐτῇ πολλάκις ἐν ταῖς στεναῖς τῶν διεξόδων σφηνωθείσῃ μήτ’ εἴσω ῥᾳδίως ὑπονοστεῖν ἔτι μήτε κενοῦσθαι δύνασθαι. ταύτην οὖν ἑτέρα τοιαύτη πάλιν ἐκ

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]