Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

τοῦ βάθους ἀναφερομένη πλήττει τε καὶ ὠθεῖ πρόσω καὶ ταύτην αὖθις ἑτέρα κἀκείνην ἄλλη καὶ πολλὰς αἰθαλώδεις οὕτω μοι νόει σφηνουμένας ἐπ’ ἀλλήλαις ἀναθυμιάσεις ἐν τῷ χρόνῳ περιπλέκεσθαί τε καὶ συνάπτεσθαι καί τι ποιεῖν ἓν σῶμα τοιοῦτον, οἷον ἐκτὸς ἡ λιγνύς ἐστι, πλὴν ὅσῳ πεπύκνωται, τοσούτῳ καὶ ἀκριβῶς ἔσφιγκται τῇ τῆς διεξόδου στενότητι πιληθέν. ἐπειδὰν δὲ τὸν πόρον ἀποφράξῃ πάντα τὸ τοιοῦτον σῶμα, τοὐντεῦθεν ἤδη βιαίως πληττόμενον ὑπὸ τῶν ὁμοίων ἑαυτῷ περιττωμάτων οὐκ ἐχόντων διέξοδον ὠθεῖται πρόσω σύμπαν ἐν τῷδε, ὥστε καὶ προκύπτειν ἀναγκάζεται τοῦ δέρματος ἱμαντῶδες ἤδη γεγονός. ἔοικε δ’ αὐτοῦ τὸ μὲν ἐν τῷ πόρῳ σφηνωθὲν οἷον ῥίζῃ τινὶ πόας ἢ φυτοῦ, τὸ δ’ ἐξέχον ἤδη τοῦ δέρματος οἷόνπερ αὐτὸ τὸ φυτόν. Ἡ θρὶξ δ’ ἐστὶ μέλαινα μέν, ὅταν ὑπὸ ῥώμης τοῦ θερμοῦ συγκαυθείσης τῆς ἀναθυμιάσεως ἀκριβὴς λιγνὺς γένηται τὸ περίττωμα, ξανθὴ δ’, ὅταν ἧττον κατοπτηθῇ. ξανθῆς γὰρ χολῆς τηνικαῦτ’ ἐστὶν ἰλυῶδες περίττωμα τὸ σφηνωθέν, οὐ μελαίνης. ἡ δὲ λευκὴ θρὶξ ἔκγονος φλέγματος, ἡ πυρρὰ δ’, ὥσπερ τῇ χρόᾳ μεταξὺ ξανθῆς ἐστι καὶ λευκῆς, οὕτω καὶ τῇ γενέσει μεταξὺ φλεγματώδους τε καὶ χολώδους ἰλύος. οὖλαι δὲ τρίχες ἢ διὰ τὴν ξηρότητα τῆς κράσεως ἢ διὰ τὸν πόρον, ἐν ᾧ κατερρίζωνται, γίγνονται, διὰ μὲν τὴν ξηρότητα παραπλησίως ἱμᾶσι τοῖς ἐπὶ πλέον ὑπὸ πυρὸς ξηρανθεῖσι. καίτοι τί δεῖ τῶν ἱμάντων μνημονεύειν αὐτὰς τὰς τρίχας ὁρῶντας, εἰ πλησιάσειαν πυρί, παραχρῆμα διαστρεφομένας; οὕτω μὲν οὖν Αἰθίοπες ἅπαντες οὖλοι. τῇ δὲ τῶν πόρων ἐν οἷς ἐρρίζωνται φύσει κατὰ τάδε. πολλάκις μὲν ἡ ἀναθυμίασις εὐθυπορεῖν ὑπ’ ἀρρωστίας ἀδυνατοῦσα, καθ’ ὃν ἂν αὐτὴ τρόπον ἑλίττηται, καὶ τὸν πόρον οὕτως ἐτύπωσεν. ἐνίοτε δ’ ἡ μὲν ἀναθυμίασις εὔρωστός ἐστιν, ὑπὸ δὲ τῆς τοῦ δέρματος φύσεως σκληροτέρας τοῦ προσήκοντος οὔσης

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]