Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

εἰργομένη φέρεσθαι καθ’ εὐθὺ πρὸς τὸ πλάγιον ἐπιστρέφεται, καθάπερ γε κἀκτὸς ἰδεῖν ἔστιν οὐ μόνον ἀτμὸν ἢ καπνὸν ἀλλὰ καὶ τὰς φλόγας αὐτάς, ὅταν ἀποκλεισθῶσι τῆς ἄνω φορᾶς, λοξὰς ἐφ’ ἑκάτερα μέρη σχιζομένας. οὕτως οὖν καὶ ἡ ἐκ τοῦ σώματος ἀναθυμίασις, ὅταν εἰρχθῇ κατά τι καὶ κωλυθῇ φέρεσθαι πρόσω, λοξὴν ὑπὸ τὸ δέρμα διέξοδον ὁδοποιεῖται, μέχρι περ ἂν ἀθροισθεῖσα χρόνῳ πλείονι βιάσηταί τε καὶ ἀναπνεύσῃ πρὸς τοὐκτός. ἐνίοτε δ’ ἅμ’ ἀμφοῖν συνδραμόντων, ἀρρώστου τε τῆς πρώτης ἀναθυμιάσεως, ἣ τὸν πόρον ἐδημιούργησε, καὶ ξηροῦ τοῦ δέρματος, ἡ λοξότης γίγνεται ταῖς ῥίζαις τῶν τριχῶν. οἷαι δ’ ἂν ἐν τῇ ῥιζώσει διαπλάττωνται, τοιαύτας εἰκὸς ὑπάρχειν αὐτὰς ἕως παντός. οὐδὲ γὰρ οὐδ’ ἄλλο τι τῶν σκληρῶν καὶ ξηρῶν σωμάτων εὐθῦναι δυνατὸν ἄνευ τοῦ μαλάξαι πρότερον. αὕτη μὲν οὖν ἡ γένεσις τῶν τριχῶν. Ἐφεξῆς δ’ ἂν εἴη λέγειν τὰς αἰτίας ἁπάντων τῶν συμβεβηκότων ταῖς κράσεσιν ἐν ταῖς τῶν τριχῶν διαφοραῖς καθ’ ἡλικίαν καὶ χώραν καὶ φύσιν σώματος. Αἰγύπτιοι μὲν οὖν καὶ Ἄραβες καὶ Ἰνδοὶ καὶ πᾶν τὸ ξηρὰν καὶ θερμὴν χώραν ἐποικοῦν ἔθνος μελαίνας τε καὶ δυσαυξεῖς καὶ ξηρὰς καὶ οὔλας καὶ κραύρας ἔχουσι τὰς τρίχας. ὅσοι δ’ ἔμπαλιν τούτοις ὑγρὰν καὶ ψυχρὰν χώραν ἐποικοῦσιν, Ἰλλύριοί τε καὶ Γερμανοὶ καὶ Δαλμάται καὶ Σαυρομάται καὶ σύμπαν τὸ Σκυθικὸν εὐαυξεῖς μετρίως καὶ λεπτὰς καὶ εὐθείας καὶ πυρράς· ὅσοι δ’ ἐν τῷ μεταξὺ τούτων εὔκρατον νέμονται γῆν, εὐαυξεστάτας τε καὶ ἰσχυροτάτας καὶ μελαίνας μετρίως καὶ παχείας συμμέτρως καὶ οὔτ’ ἀκριβῶς οὔλας οὔτ’ ἀκριβῶς

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]