Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

εὐθείας. οὕτω δὲ κἀν ταῖς ἡλικίαις βρέφεσι μέν, οἷαίπερ αἱ τῶν Γερμανῶν, ἀκμάζουσι δὲ [οἷαι] τοῖς Αἰθίοψιν, ἐφήβοις δὲ καὶ παισὶ τοῖς εὔκρατον ἐποικοῦσι γῆν ἔθνεσιν ἀνάλογον αἱ τρίχες ἔχουσιν ἰσχύος τε καὶ πάχους καὶ μεγέθους καὶ χρόας. Οὕτω δὲ καὶ κατ’ αὐτὰς τῶν σωμάτων τὰς φύσεις ἀνάλογον ἡλικίαις τε καὶ χώραις αἱ τρίχες διάκεινται. παῖδες μὲν οἱ πάνυ σμικροὶ ψιλοὶ τριχῶν, ὅτι μήπω μήτε πόρος αὐτοῖς ἐστι μηδεὶς κατὰ τὸ δέρμα μήτε λιγνυώδη περιττώματα. προσάγοντες δὲ τῷ ἡβάσκειν ὑποφύουσι σμικρὰς καὶ ἀσθενεῖς, ἀκμάζοντες δ’ ἰσχυροτέρας καὶ πολλὰς καὶ μεγάλας καὶ μελαίνας ἴσχουσιν, ὅτι τε πλῆθος ἤδη πόρων ἐν αὐτοῖς ἐγένετο καὶ ὅτι μεστοὶ τῶν αἰθαλωδῶν εἰσι περιττωμάτων ὑπὸ ξηρότητός τε καὶ θερμότητος· αἱ δ’ ἐν τῇ κεφαλῇ τε καὶ ταῖς ὀφρύσι καὶ κατὰ τὰ βλέφαρα καὶ παισὶν οὖσιν ἡμῖν ὑπάρχουσιν ἤδη. γένεσις γὰρ δὴ ταύταις οὐχ οἵα ταῖς πόαις, ἀλλ’ οἵα τοῖς φυτοῖς κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως ἀπειργασμέναις, οὐκ ἐξ ἀνάγκης ἑπομέναις ταῖς κράσεσιν, ὡς κἀν τοῖς Περὶ χρείας μορίων δείκνυται. ἀλλά τοι κἀν ταῖσδε τὸ μὲν εἶναι διὰ τὴν τῆς φύσεως τέχνην, τὸ δ’ ἤτοι μελαίναις ἢ πυρραῖς ἤ τιν’ ἄλλην ἐχούσαις διαφορὰν ἐξ ἀνάγκης ἕπεται τῇ κράσει τῆς ἡλικίας. ὑπόπυρροι μὲν γάρ εἰσι τοὐπίπαν, ὅτι καὶ τὸ σφηνούμενον ἐν τοῖς πόροις οὐδέπω μέλαν ἐστίν· ἥ τε γὰρ ὑγρότης πολλὴ καὶ ἡ διέξοδος ῥᾳδία καὶ ἡ σύγκαυσις ἀσθενής· εὐαυξεῖς δὲ καὶ παχεῖαι συμμέτρως τῇ τῶν τρεφόντων αὐτὰς περιττωμάτων ἀφθονίᾳ. τὸ μὲν γὰρ μόριον αὐτὸ τοῦ σώματος, ἐν ᾧ γίγνονται, ξηρόν· ὅλον γὰρ τὸ κρανίον ὀστέϊνόν ἐστι· τὸ δὲ περικείμενον αὐτῷ δέρμα ξηρότερον τοσούτῳ τοῦ κατὰ τὸ λοιπὸν σῶμα δέρματος ἅπαντος, ὅσῳπερ καὶ σκληρότερον.

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]