Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

ἀναφέρεται μέντοι πλῆθος οὐκ ὀλίγον ἔκ τε τῶν κατὰ τὸν ἐγκέφαλον, ἤδη δὲ κἀξ ὅλου τοῦ σώματος αἰθαλωδῶν περιττωμάτων, ὥσθ’ οἷον τοῖς ἀκμάζουσιν ὅλον γίγνεται τὸ σῶμα, τοιοῦτον ἤδη τὸ δέρμα τῆς κεφαλῆς ἐστι τοῖς βρέφεσιν. Εὐλόγως οὖν ἔνιοι φαλακροῦνται τοῦ χρόνου προϊόντος, οἷς ἐξ ἀρχῆς ἦν ξηρότερον τὸ δέρμα. δέδεικται γὰρ ἔμπροσθεν, ὡς τῶν γηρασκόντων ἅπαντα ξηραίνεται τὰ μόρια. γίγνεται δὲ πολλοῖς ὀστρακῶδες τὸ δέρμα πλέον ἢ δεῖ ξηρανθέν. ἐν τοιούτῳ δ’ οὐδὲν φύεσθαι δύναται, καθότι καὶ διὰ τῶν ἔμπροσθεν ὡμολόγηται. καὶ γὰρ δὴ καὶ τῶν χειρῶν τὰ ἔνδον ὥσπερ γε καὶ τὰ κάτω τῶν ποδῶν ἄτριχα καὶ ψιλὰ ξηρότητί τε καὶ πυκνότητι τοῦ κατ’ αὐτὰ τένοντος, ὃς ὑποτέτακται τῷ δέρματι. ὅσοις δ’ εἰς τέλος ξηρότητος οὐκ ἀφικνεῖται τὸ δέρμα τῆς κεφαλῆς, ἄρρωστοι τούτοις γίγνονται καὶ λευκαὶ πάντως αἱ τρίχες, ἃς ὀνομάζουσιν οἱ ἄνθρωποι πολιάς, ἄρρωστοι μὲν ἐνδείᾳ τῆς οἰκείας τροφῆς, λευκαὶ δέ, διότι καὶ τὸ τρέφον αὐτὰς τοιοῦτον οἷον εὐρώς τις φλέγματος ἐν χρόνῳ διασαπέντος. ὅταν γὰρ ὁ μὲν πόρος ἔτι μένῃ, τὸ περίττωμα δ’ ὀλίγον ᾖ καὶ γλίσχρον, ἀρρώστως δ’ ὑπὸ τῆς θερμασίας ὠθῆται πρόσω, πάσχει τι παραπλήσιον ἐν τῷδε σηπεδόνι καὶ δὴ φαλακροῦνται μὲν μᾶλλον τὸ βρέγμα γηρῶντες οἱ ἄνθρωποι, πολιοῦνται δὲ τοὺς κροτάφους μᾶλλον, ὅτι τὸ μὲν ξηρότατόν ἐστι τῶν μορίων ἁπάντων τῆς κεφαλῆς· ἐπὶ γὰρ ὀστῷ τὸ δέρμα ταύτῃ ψιλῷ· οἱ κρόταφοι δ’ ὑγρότεροι· μύες γὰρ ἐνταῦθ’ εἰσὶν ὑπὸ τῷ δέρματι μεγάλοι, σαρκώδης δὲ πᾶς μῦς, ἡ δὲ σὰρξ ὀστοῦ καὶ δέρματος ὑγροτέρα.



Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]