Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

καὶ γυμνὰ καὶ προπετῆ δίκην πτερύγων, ὀνομάζονται μὲν αἱ τοιαῦται φύσεις ὑπὸ τῶν ἰατρῶν πτερυγώδεις, εἰς ὅσον δ’ ἥκουσι κακίας ἀπολωλεκότος τοῦ θώρακος ὀλίγου δεῖν ἅπασαν τὴν ἐντὸς εὐρυχωρίαν, ἐν ᾗ πνεύμων τε καὶ καρδία τέτακται, πρόδηλον παντί. μυρίαι δ’ ἄλλαι τῶν τοῦ σώματός εἰσι μορίων προδήλως αἱ διαθέσεις, ὅταν ἐκτραπόμενον τῆς φυσικῆς ἀναλογίας εἰς ἀνώμαλόν τινα δυσκρασίαν εὐθὺς ἐν τῷ κυΐσκεσθαι μεταπέσῃ. οὔκουν ἐπὶ τῶν τοιούτων ἐξ ἑνὸς χρὴ μορίου τεκμαίρεσθαι περὶ τοῦ παντός. Οὐδὲ γὰρ οἱ φυσιογνωμονεῖν ἐπιχειροῦντες ἁπλῶς ἀποφαίνονται περὶ πάντων, ἀλλ’ ἐκ τῆς πείρας καὶ οἵδε διδαχθέντες. εἰ μέν τις ἱκανῶς εἴη δασὺς τὰ στέρνα, θυμικὸν ἀποφαίνονται, μηροὺς δ’ εἴπερ εἴη τοιοῦτος, ἀφροδισιαστικόν· οὐ μὴν τήν γ’ αἰτίαν προστιθέασιν. οὐδὲ γὰρ ὅτι λέοντι μὲν ἐμφερὴς τὰ στέρνα, τράγῳ δὲ τὰ κατὰ μηροὺς ἐπειδὰν φῶσι, τὴν πρώτην αἰτίαν ἐξευρήκασι. διὰ τί γὰρ ὁ μὲν λέων θυμικός, ὁ δὲ τράγος ἀφροδισιαστικός, ὁ λόγος ἐξευρεῖν ἐπιζητεῖ. μέχρι γὰρ τοῦδε τὸ μὲν γιγνόμενον εἰρήκασι, τὴν δ’ αἰτίαν αὐτοῦ παραλελοίπασιν. ἀλλ’ ὁ φυσικὸς ἀνὴρ ὥσπερ τῶν ἄλλων ἁπάντων οὕτω καὶ τὰς τούτων αἰτίας ἐξευρίσκειν ἐπιχειρεῖ. διότι γὰρ ἀνωμάλως διάκεινται κατὰ τὰς τῶν μορίων κράσεις οὐ λέων μόνον καὶ τράγος ἀλλὰ καὶ τῶν ἄλλων ζῴων πάμπολλα, διὰ τοῦτ’ ἄλλα πρὸς ἄλλας ἐνεργείας ἑτοίμως ἔχει. περὶ μὲν δὴ τούτων Ἀριστοτέλει καλῶς ἐπὶ πλεῖστον εἴρηται. τὸ δ’ οὖν εἰς τὰ παρόντα χρήσιμον ἤδη φαίνεται, διότι χρὴ σκοπεῖσθαι τῶν ἀνθρώπων τὰς κράσεις, ἕκαστον τῶν μορίων ἐξετάζοντα καθ’ ἑαυτό, καὶ μὴ νομίζειν, εἴ τῳ δασὺς ὁ θώραξ, ὅλον ἐξ ἀνάγκης τούτῳ τὸ σῶμα ξηρότερόν τε καὶ θερμότερον ὑπάρχειν, ἀλλ’

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]