Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

ἐν τῇ καρδίᾳ τὸ θερμὸν εἶναι πλεῖστον, διὸ καὶ θυμικόν· δύνασθαι δ’ ἐνίοτε δι’ αὐτὸ τοῦτο μὴ ὁμοίως ἅπαν αὐτοῖς τὸ σῶμα θερμὸν καὶ ξηρὸν ὑπάρχειν, ὅτι πλεῖστον ἀνέπνευσεν ἐνταῦθα καὶ πρὸς τὸ περιέχον ἐξεκενώθη τὸ θερμόν. εἰ μὲν γὰρ ὅλου τοῦ σώματος ἡ κρᾶσίς ἐστιν ὁμαλή, εὐθὺς ἂν εἴη τούτοις αὐτός τε σύμπας ὁ θώραξ εὐρύτατος αἵ τε φλέβες εὐρεῖαι καὶ αἱ ἀρτηρίαι μεγάλαι θ’ ἅμα καὶ μέγιστον καὶ σφοδρότατον σφύζουσαι καὶ τρίχες πολλαὶ καθ’ ὅλον τὸ σῶμα καὶ αἱ τῆς κεφαλῆς εὐαυξέσταται μὲν καὶ μέλαιναι καὶ οὖλαι κατὰ τὴν πρώτην ἡλικίαν, ἐπὶ δὲ προήκοντι τῷ χρόνῳ φαλάκρωσις ἀκολουθήσει. καὶ μὲν δὴ καὶ σύντονον καὶ διηρθρωμένον καὶ μυῶδες, ἐπειδὰν ὁμαλῶς ἔχωσι τῆς κράσεως, ὅλον ἔσται τοῖς τοιούτοις ἀνθρώποις τὸ σῶμα καὶ τὸ δέρμα σκληρότερόν τε καὶ μελάντερον ὥσπερ καὶ δασύτερον. οὕτω δὲ κἂν εἰ τἀναντία περὶ τὸν θώρακα συμπέσοι, τῆς κράσεως ὁμαλῆς ὑπαρχούσης ἐν ὅλῳ τῷ σώματι, τουτέστιν ὑγροτέρων τε καὶ ψυχροτέρων ἁπάντων τῶν μορίων γενομένων, ὁ μὲν θώραξ αὐτοῖς στενὸς καὶ ἄτριχος ἔσται, καθάπερ οὖν καὶ σύμπαν τὸ σῶμα ψιλὸν τριχῶν ἁπαλόν τε καὶ λευκὸν τὸ δέρμα καὶ ὑπόπυρρον ταῖς θριξὶ καὶ μάλιστ’ ἐν νεότητι καὶ οὐ φαλακροῦνται γηρῶντες, εὐθὺς δὲ καὶ δειλοὶ καὶ ἄτολμοι καὶ ὀκνηροὶ καὶ σμικρὰς καὶ ἀδήλους ἔχοντες τὰς φλέβας καὶ πιμελώδεις καὶ νεύροις καὶ μυσὶν ἄρρωστοι καὶ ἀδιάρθρωτοι τὰ κῶλα καὶ βλαισοὶ γίγνονται. διαφόρου μέντοι τῆς κράσεως ἐν τοῖς μορίοις ἀπεργασθείσης, οὐκέτ’ ἐξ ἑνὸς αὐτῶν οἷόν τε περὶ τοῦ σύμπαντος ἀποφαίνεσθαι σώματος, ἀλλ’ ἄμεινον ἐφ’ ἕκαστον ἰέναι καὶ σκοπεῖσθαι, πῶς μὲν ἡ γαστὴρ ἔχει κράσεως, ὅπως δ’ ὁ πνεύμων,

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]